§17.99.1ὁ δὲ βασιλεὺς ἐρημωθεὶς πάσης βοηθείας ἐτόλμησεν ἐπιτελέσαι πρᾶξιν παράδοξον καὶ μνήμης ἀξίαν.
而国王在失去了一切援助、陷入孤立的情况下,竟敢于做出令人难以置信且值得铭记的举动。
τὸ γὰρ ἀπὸ τοῦ τείχους ἀπελθεῖν ἄπρακτον πρὸς τοὺς ἰδίους ἀνάξιον κρίνας ὑπάρχειν τῆς ἰδίας εὐπραξίας καθήλατο μετὰ τῶν ὅπλων μόνος εἰς τὴν πόλιν.
因为他认为,如果一事无成地从城墙上退回到自己人那里,将会有损于自己往昔的光辉成就,于是他独自一人,带着武器跳进了城内。
§17.99.2συνδραμόντων δʼ ἐπʼ αὐτὸν τῶν Ἰνδῶν ὑπέστη τεθαρρηκότως τὴν τῶν βαρβάρων ἐπιφοράν·
当印度人朝他蜂拥而来时,他毫无惧色地顶住了蛮族的冲锋。
προβαλλόμενος δʼ ἐκ τῶν δεξιῶν δένδρον τι παρʼ αὐτὸ τὸ τεῖχος ἐρριζωμένον, ἐκ δὲ τῶν εὐωνύμων αὐτὸ τὸ τεῖχος ἠμύνετο τοὺς Ἰνδούς, οὕτω τῷ θυμῷ παραστὰς ὡς ἄν τις βασιλεὺς τηλικούτων ἤδη ἀπειργασμένων ἀνδραγαθήσειε, τὴν ἐσχάτην τοῦ βίου καταστροφὴν εὐκλεεστάτην γενέσθαι φιλοτιμούμενος.
他右侧以一棵紧贴城墙扎根的树为掩护,左侧则以城墙本身为屏障,抵御着印度人。 他的斗志极为高昂,正如一位已经完成了如此丰功伟绩的国王在奋勇杀敌时那般,他渴望让自己生命的最后一刻变得无比荣耀。
§17.99.3πολλὰς μὲν γὰρ εἰς τὸ κράνος ἐλάμβανε πληγάς, οὐκ ὀλίγας δὲ εἰς τὴν πέλτην ἐδέχετο·
因为他的头盔承受了许多次重击,盾牌上也接下了不少攻击。
τέλος δὲ τοξευθεὶς ὑπὸ τὸν μαστὸν ἔπεσεν εἰς γόνυ, κατισχυθεὶς ὑπὸ τῆς πληγῆς.
最后,他的胸口下方中了一箭,由于伤势严重,他单膝跪倒在地。
εὐθὺ δʼ ὁ μὲν τοξεύσας Ἰνδὸς καταφρονήσας προσέδραμε καὶ καταφέροντος αὐτοῦ πληγὴν ὁ Ἀλέξανδρος ὑπέθηκε τῇ λαγόνι τὸ ξίφος καὶ καιρίου γενομένου τοῦ τραύματος ὁ μὲν βάρβαρος ἔπεσεν, ὁ δὲ βασιλεὺς ἐπιλαβόμενος τοῦ πλησίον κλάδου καὶ διαναστὰς προεκαλεῖτο τῶν Ἰνδῶν τοὺς βουλομένους διαγωνίσασθαι.
立刻,那个射箭的印度人轻视他,飞奔过来,就在他正要挥刀砍下时,亚历山大将剑刺入了对方的腰肋。 由于这一击刺中要害,蛮族人倒地身亡,而国王则抓住身旁的一根树枝站了起来,向那些想要与他决一死战的印度人发出挑战。
§17.99.4κατὰ δὲ τοῦτον τὸν χρόνον Πευκέστης, εἷς τῶν ὑπασπιστῶν, διʼ ἑτέρας κλίμακος προσαναβὰς πρῶτος ὑπερήσπισε τὸν βασιλέα·
就在此时,持盾卫队之一的佩乌凯斯塔斯顺着另一具梯子爬了上来,率先用盾牌护住了国王。
μετὰ δὲ τοῦτον ἕτεροι πλείους ἐπιφανέντες καὶ καταπληξάμενοι τοὺς βαρβάρους διέσωσαν τὸν Ἀλέξανδρον.
在他之后,又有更多的人赶到,惊退了蛮族,救下了亚历山大。
τῆς δὲ πόλεως ἁλούσης κατὰ κράτος οἱ μὲν Μακεδόνες διὰ τὸν ὑπὲρ τοῦ βασιλέως θυμὸν πάντας τοὺς περιτυχόντας ἀνῄρουν καὶ τὴν πόλιν νεκρῶν ἐπλήρωσαν.
当城市被强攻攻克后,马其顿人由于对国王安危的极度愤怒,杀死了他们遇到的所有人,使城内尸横遍野。
§17.99.5ἐπὶ πολλὰς δὲ ἡμέρας τοῦ βασιλέως ἀσχοληθέντος περὶ τὴν θεραπείαν οἱ κατὰ τὴν Βακτριανὴν καὶ Σογδιανὴν κατοικισθέντες Ἕλληνες ἐκ πολλοῦ μὲν τὸν ἐν τοῖς βαρβάροις κατοικισμὸν χαλεπῶς ἔφερον, τότε δὲ φήμης προσπεσούσης αὐτοῖς ὅτι τρωθεὶς ὁ βασιλεὺς τετελεύτηκεν ἀπέστησαν ἀπὸ τῶν Μακεδόνων.
在国王因集中治疗而数日无法视事的期间,那些被安置在巴克特里亚和索格迪亚纳的希腊人,早已对在蛮族之地的定居生活感到难以忍受,此时一听到国王因伤去世的谣言,便背叛了马其顿人。
§17.99.6ἀθροισθέντες δὲ εἰς τρισχιλίους, κατὰ τὴν εἰς οἶκον ἀνακομιδὴν πολλὰ πονήσαντες, ὕστερον ὑπὸ τῶν Μακεδόνων κατεκόπησαν μετὰ τὴν Ἀλεξάνδρου τελευτήν.
他们聚集起大约三千人,在返乡途中历经艰险,但后来在亚历山大死后,被马其顿人斩杀殆尽。