§17.95.1κρίνας δʼ ἐπὶ ταύτης τοὺς ὅρους θέσθαι τῆς στρατείας πρῶτον μὲν τῶν δώδεκα θεῶν βωμοὺς πεντήκοντα πηχῶν ᾠκοδόμησεν, ἔπειτα τριπλασίαν τῆς προϋπαρχούσης στρατοπεδείαν περιβαλόμενος ὤρυξε τάφρον τὸ μὲν πλάτος πεντήκοντα ποδῶν, τὸ δὲ βάθος τεσσαράκοντα· τὴν δʼ ἀναβολὴν ἐντὸς τῆς τάφρου σωρεύσας τεῖχος ἀξιόλογον ᾠκοδόμησε.
亚历山大决定在此河立下远征的界限,首先为十二主神建造了五十肘高的十二座祭坛,接着,他围起了一个三倍于先前规模的营地,挖了一条宽五十尺、深四十尺的壕沟;他将挖出的土堆在壕沟内侧,筑起了一道宏伟的城墙。
§17.95.2προσέταξε δὲ τοῖς μὲν πεζοῖς κατασκηνώσεις ἑκάστῳ δύο στιβάδας πενταπήχεις ἐχούσας οἰκοδομῆσαι, τοῖς δʼ ἱππεῦσι πρὸς ταύταις καὶ δύο φάτνας τῶν εἰθισμένων διπλασίας, ἀκολούθως δὲ καὶ τἄλλα τὰ καταλείπεσθαι μέλλοντα τοῖς μεγέθεσιν αὐξῆσαι.
他命令步兵每人建造备有两个五肘长睡榻的营帐,命令骑兵在此基础上再建造两个两倍于通常大小的马槽,并相应地扩大其他所有将要留下的设施的规模。
ταῦτα δὲ πράττειν ἤμελλεν, ἅμα μὲν ἡρωικὴν βουλόμενος ποιήσασθαι στρατοπεδείαν, ἅμα δὲ τοῖς ἐγχωρίοις ἀπολιπεῖν σημεῖα μεγάλων ἀνδρῶν, ἀποφαίνοντα ῥώμας σωμάτων ὑπερφυεῖς.
他之所以这样做,一方面是想建造一个英雄式的营地,另一方面也是想给当地人留下伟大人物的印记,以此展示非凡的体魄力量。
§17.95.3ἀπὸ δὲ τούτων γενόμενος μετὰ πάσης τῆς δυνάμεως ταῖς αὐταῖς ὁδοῖς πορευθεὶς ἀνέκαμψεν ἐπὶ τὸν Ἀκεσίνην ποταμόν· καταλαβὼν δὲ τὰ σκάφη νεναυπηγημένα καὶ ταῦτα καταρτίσας ἕτερα προσεναυπηγήσατο.
办完这些事后,他率领全军沿着原路返回,退回到阿刻西奈斯河畔;发现预定建造的船只已经造好,他便将其装备起来,并另外加造了其他船只。
§17.95.4κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δʼ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, φαρμάκων δʼ ἰατρικῶν ἑκατὸν τάλαντα.
就在此时,由将领们率领的盟军和雇佣兵从希腊抵达,其中步兵有三万多人,骑兵也接近六千人;此外,还运来了供二万五千名步兵使用的精美铠甲整套,以及一百塔兰同的药材。
ταῦτα μὲν οὖν διέδωκε τοῖς στρατιώταις.
于是,他把这些东西分发给士兵们。
§17.95.5τῆς δὲ ναυτικῆς παρασκευῆς συντελεσθείσης καὶ διακοσίων μὲν ἀφράκτων ἡτοιμασμένων, ὀκτακοσίων δὲ ὑπηρετικῶν τὰς μὲν παρὰ τὸν ποταμὸν κτισθείσας πόλεις ὠνόμασε τὴν μὲν διὰ τὸ τῷ πολέμῳ κρατῆσαι Νίκαιαν, τὴν δʼ ἀπὸ τοῦ τελευτήσαντος ἵππου κατὰ τὴν πρὸς Πῶρον μάχην Βουκεφάλαν.
当海军的筹备工作完成,两百艘无甲板战船和八百艘辅助船只准备就绪后,他给沿河建立的城市命名:一座因在战争中获胜而命名为“尼卡伊亚”,另一座则因在与波罗斯的战斗中死去的爱马而命名为“布克法拉”。