Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.94.1-17.94.5

士兵的抗命与亚历山大放弃远征

第 699 段,共 723 段 · 希腊语

内容简介

亚历山大试图安抚因长年征战和恶劣天气而疲惫不堪的士兵,以继续针对甘达里代人的远征。尽管他准许了掠夺、对家属施予恩惠并进行了富有说服力的演说,但由于遭到马其顿人的断然拒绝,他最终放弃了远征计划。

§17.94.1ὁρῶν δὲ τοὺς στρατιώτας ταῖς συνεχέσι στρατείαις καταπεπονημένους καὶ σχεδὸν ὀκταετῆ χρόνον ἐν πόνοις καὶ κινδύνοις τεταλαιπωρηκότας ὑπέλαβεν ἀναγκαῖον εἶναι τὰ πλήθη τοῖς ἁρμόζουσι λόγοις προτρέψασθαι πρὸς τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν.
亚历山大看到士兵们因连年征战而疲惫不堪,在艰难与危险中受苦了近八年之久,便认为有必要用适当的言辞,鼓舞众人去进行针对甘达里代人的远征。
§17.94.2πολλὴ μὲν γὰρ φθορὰ τῶν στρατιωτῶν ἐγεγόνει καὶ λύσις οὐδεμία τῶν πολέμων ἠλπίζετο· καὶ τῶν μὲν ἵππων διὰ τὴν συνέχειαν τῆς ὁδοιπορίας τὰς ὁπλὰς ὑποτετρῖφθαι συνέβαινε, τῶν δὲ ὅπλων τὰ πλεῖστα κατεξάνθαι καὶ τὸν μὲν Ἑλληνικὸν ἱματισμὸν ἐκλελοιπέναι, συναναγκάζεσθαι δὲ βαρβαρικοῖς ὑφάσμασι χρῆσθαι, συντεμόντας τὰ τῶν Ἰνδῶν περιβλήματα.
因为士兵们死伤惨重,且战争的结束也毫无希望;而且由于连续不断的行军,马匹的蹄子磨损了,大部分武器都已损坏,希腊式的衣服也已穿尽,他们不得不将印度人的外衣剪裁改制,被迫使用蛮族的织物。
§17.94.3κατὰ τύχην δὲ καὶ χειμῶνες ἄγριοι κατερράγησαν ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ βρονταὶ συνεχεῖς καὶ κεραυνοὶ κατέσκηπτον.
凑巧的是,狂暴的风雨还一连降临了七十天,连绵不断的雷鸣和闪电劈落下来。
ἃ δὴ λογιζόμενος ἐναντιοῦσθαι ταῖς ἰδίαις ἐπιβολαῖς μίαν εἶχεν ἐλπίδα τῆς ἐπιθυμίας, εἰ τοὺς στρατιώτας διὰ τῆς εὐεργεσίας εἰς εὔνοιαν μεγάλην προαγάγοιτο.
他考虑到这些事情确实在阻碍自己的计划,因而对自己的愿望只抱有一个希望:如果他能通过施予恩惠,将士兵们引向极大的好意。
§17.94.4διόπερ λεηλατεῖν μὲν αὐτοῖς συνεχώρησε τὴν πολεμίαν χώραν, γέμουσαν παντοίας ὠφελείας· ἐν αἷς δʼ ἡμέραις ἡ δύναμις περὶ τὴν προνομὴν ἠσχολεῖτο, συναγαγὼν τὰς γυναῖκας τῶν στρατιωτῶν καὶ τοὺς ἐξ αὐτῶν γεγονότας παῖδας ταύταις μὲν συνεστήσατο κατὰ μῆνα διδόναι σῖτον, τοῖς δὲ παισὶν ἐπιφορὰς ταγματικὰς ἀπένειμε κατὰ τοὺς τῶν πατέρων συλλογισμούς.
因此,他准许他们去劫掠充满各种物资的敌国土地;在军队忙于掠夺的日子里,他召集了士兵的妻子和她们所生的孩子,一方面安排每月向这些妻子发放粮食,另一方面根据她们父亲的军阶向孩子们分配部队津贴。
§17.94.5ὡς δʼ ἐπανῆλθον οἱ στρατιῶται πολλῶν πλῆθος ἀγαθῶν ἐκ τῆς προνομῆς εὑρηκότες συνῆγε πάντας εἰς ἐκκλησίαν.
当士兵们带着从掠夺中获得的大量财物回来时,他召集所有人召开大会。
διελθὼν δὲ λόγον πεφροντισμένον περὶ τῆς ἐπὶ τοὺς Γανδαρίδας στρατείας καὶ τῶν Μακεδόνων οὐδαμῶς συγκαταθεμένων ἀπέστη τῆς ἐπιβολῆς.
他发表了一篇关于远征甘达里代人的精心准备的演讲,但由于马其顿人绝不同意,他便放弃了这一计划。

词汇与语法注释

  1. 17.94.2τῶν μὲν ἵππων ... συνέβαινε — 无人称动词 `συνέβαινε`(发生……的事)支配了四个并列的不定式从句:`ὑποτετρῖφθαι`、`κατεξάνθαι`、`ἐκλελοιπέναι` 和 `συναναγκάζεσθαι`。最后一个被动不定式 `συναναγκάζεσθαι`(被迫)的逻辑主语(士兵们)虽被省略,但仍被理解为宾格,因此与之呼应的无定过去主动分词 `συντεμόντας` 也采用了复数宾格形式。
  2. 17.94.3εἰ ... προαγάγοιτο — 带有祈愿式 `προαγάγοιτο` 的 `εἰ` 从句并非表示简单的条件,而是对前面名词 `ἐλπίδα`(希望)的内容进行同位语式的补充说明,表示“在希望……的情况下”。该祈愿式是由于主句动词为过去时(`εἶχεν`)而产生的间接引语性质的斜格祈愿式。
  3. 17.94.5τῶν Μακεδόνων οὐδαμῶς συγκαταθεμένων — 这是一个属格独立结构,分词 `συγκαταθεμένων`(`συγκατατίθημι` 的无定过去中动分词)修饰名词 `τῶν Μακεδόνων`。在语境中,它表示主句主语(亚历山大)“放弃计划”的原因(“因为马其顿人绝不同意”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.94.1-17.94.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.94.1-17.94.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。