Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.96.1-17.96.5

南下航行与征服西博伊人及周边部落

第 701 段,共 723 段 · 希腊语

内容简介

亚历山大乘船向南方的俄刻阿诺斯进发,与陆路主力汇合后到达西博伊人的领地并宣布其自由,但用武力征服了阿加拉塞斯等其他进行抵抗的印度部落。

§17.96.1αὐτὸς δὲ μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς τὸν διὰ τοῦ ποταμοῦ πλοῦν ἐπὶ τὸν Ὠκεανὸν τὸν κατὰ μεσημβρίαν ἐποιεῖτο.
亚历山大自己同友人们一起登船,开始沿着河流向南方的俄刻阿诺斯航行。
τὸ δὲ πολὺ μέρος τῆς δυνάμεως παρὰ τὸν ποταμὸν ὡδοιπόρει, προηγουμένου Κρατεροῦ καὶ Ἡφαιστίωνος.
然而,军队的大部分人在克拉特鲁斯和赫菲斯提翁的率领下,沿着河流陆路行军。
ὡς δʼ ἦλθον ἐπὶ τὴν Ἀκεσίνου καὶ Ὑδάσπου συμβολήν, ἐκβιβάσας τοὺς στρατιώτας προῆγεν ἐπὶ τοὺς ὀνομαζομένους Σίβους.
当他们到达阿刻西奈斯河与许达斯佩斯河的汇流处时,他让士兵下船登岸,向被称为西博伊的人们进军。
§17.96.2τούτους δέ φασιν ἀπογόνους εἶναι τῶν μεθʼ Ἡρακλέους ἐπὶ τὴν Ἄορνον πέτραν στρατευσάντων καὶ τῆς μὲν πολιορκίας ἀποτυχόντων, ἐν τούτῳ δὲ τῷ τόπῳ κατοικισθέντων ὑφʼ Ἡρακλέους.
据说,这些人是曾随赫拉克勒斯远征阿奥尔诺斯石砦、因围攻失败而被赫拉克勒斯安置在此地的人的后裔。
τοῦ δʼ Ἀλεξάνδρου καταστρατοπεδεύσαντος πλησίον ἐπιφανεστάτης πόλεως προῆλθον οἱ δόξῃ πρωτεύοντες τῶν πολιτῶν.
当亚历山大在他们最著名的城市附近安营扎寨时,市民中名望最高的人走了出来。
ἐντυχόντες δὲ τῷ βασιλεῖ καὶ τὴν συγγένειαν ἀνανεωσάμενοι πάντα ποιήσειν ἔφασαν μετὰ προθυμίας ὡς ἂν συγγενεῖς ὄντες καὶ δῶρα προσεκόμισαν μεγαλοπρεπῆ.
他们会见了国王并确认了彼此的亲属关系,表示既然身为亲属,必将热诚地做好一切事情,并送上了丰厚的礼物。
§17.96.3ὁ δὲ Ἀλέξανδρος ἀποδεξάμενος αὐτῶν τὴν εὔνοιαν καὶ τὰς πόλεις ἀποδείξας ἐλευθέρας προῆγεν ἐπὶ τὰ συνορίζοντα τῶν ἐθνῶν.
亚历山大接受了他们的好意,宣布他们的城市为自由城市,随后向邻近部族的分界处进军。
καταλαβὼν δὲ τοὺς ὀνομαζομένους Ἀγαλασσεῖς ἠθροικότας πεζοὺς μὲν τετρακισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, συνάψας αὐτοῖς μάχην καὶ νικήσας τοὺς μὲν πλείστους κατέκοψεν, τοὺς δὲ λοιποὺς συμφυγόντας εἰς τὰς πλησίον πόλεις ἐκπολιορκήσας ἐξηνδραποδίσατο.
在发现被称为阿加拉塞斯的人们聚集了四万步兵和三千骑兵后,他与他们交战并取得了胜利,斩杀了其中大部分人,并攻陷了其余逃往附近城市的人的据点,将他们卖为奴隶。
§17.96.4τῶν δὲ ἄλλων ἐγχωρίων συναθροισθέντων δισμυρίους μὲν καταφυγόντας εἰς πόλιν μεγάλην κατὰ κράτος εἷλε, τῶν δʼ Ἰνδῶν διαφραξάντων τοὺς στενωποὺς καὶ ἀπὸ τῶν οἰκιῶν μαχομένων εὐρώστως βιαζόμενος ἀπέβαλε τῶν Μακεδόνων οὐκ ὀλίγους.
在其他当地人聚集起来时,他强攻克了一座大城市,俘虏了逃入其中的两万人;但由于印度人堵塞了狭窄的街道,从房屋里顽强抵抗,他在强行推进的过程中损失了为数不少的马其顿人。
§17.96.5διὰ δὲ τὴν ὀργὴν ἐμπρήσας τὴν πόλιν συγκατέκαυσε τοὺς πλείστους· τῶν δʼ ὑπολειπομένων εἰς τρισχιλίους συμφυγόντας εἰς τὴν ἀκρόπολιν καὶ μεθʼ ἱκετηριῶν δεηθέντας ἀπέλυσεν.
亚历山大因愤怒而纵火烧毁了城市,将大部分人一同烧死;至于剩下的人中,有大约三千人一起逃到了卫城,并手持请愿物向他哀求,他便释放了他们。

词汇与语法注释

  1. 17.96.2ὡς ἂν συγγενεῖς ὄντες — 连词 ὡς 与 ἄν 以及分词 ὄντες 结合的表达,在此表示带有条件色彩的比拟或理由,可理解为“既然身为亲属(自然会这样做)”或“仿佛作为亲属”。
  2. 17.96.2ἀπογόνους εἶναι τῶν ... στρατευσάντων καὶ ... ἀποτυχόντων, ... κατοικισθέντων — 由 φασίν 引导的带对格的不定式结构,其中 ἀπογόνους 是不定式 εἶναι 的宾语补足语(对格)。接下来的属格分词群(στρατευσάντων, ἀποτυχόντων, κατοικισθέντων)受定冠词 τῶν 修饰,名词化为“……的人们”,并作属格修饰语修饰 ἀπογόνους(……的后裔)。
  3. 17.96.4τῶν δʼ Ἰνδῶν διαφραξάντων ... καὶ ... μαχομένων ... βιαζόμενος ἀπέβαλε — 这是一个独立属格结构(分词为 διαφραξάντων 和 μαχομένων),其逻辑主语为 τῶν Ἰνδῶν。主句的逻辑主语是省略的亚历山大,与之呼应的一致分词 βιαζόμενος(强行推进、极力突破)修饰主动词 ἀπέβαλε。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.96.1-17.96.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.96.1-17.96.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。