Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.93.1-17.93.4

进军许帕尼斯河与恒河彼岸的情报

第 698 段,共 723 段 · 希腊语

内容简介

赫费斯提翁远征归来,亚历山大推进至许帕尼斯河。在此他从当地统治者培勾斯和波罗斯处得知恒河彼岸存在强大的甘达里代人等王国,尽管远征极其困难,亚历山大仍寄希望于神谕,坚守自己的雄心。

§17.93.1ἅμα δὲ τούτοις πραττομένοις ἧκεν Ἡφαιστίων μετὰ τῆς συναπεσταλμένης δυνάμεως πολλὴν τῆς Ἰνδικῆς καταπεπολεμηκώς.
在进行这些事情的同时,赫费斯提翁率领与他一同派出的军队归来,他已经征服了印度的大片土地。
τοῦτον μὲν οὖν διὰ τὰς ἀνδραγαθίας ἐπῄνεσεν· αὐτὸς δὲ εἰς τὴν Φηγέως δυναστείαν ἐμβαλὼν καὶ τῶν ἐγχωρίων ἀσμένως τὴν τῶν Μακεδόνων παρουσίαν προσδεξαμένων καὶ τοῦ Φηγέως μετὰ δώρων πολλῶν ἀπαντήσαντος τήν τε βασιλείαν ἔχειν συνεχώρησε καὶ ξενισθεὶς μετὰ τῆς δυνάμεως ἐπὶ δύο ἡμέρας λαμπρῶς ἐπὶ τὸν Ὕφασιν ποταμὸν προῆγεν, οὗ τὸ μὲν πλάτος ἦν σταδίων ἑπτά, τὸ δὲ βάθος ἓξ ὀργυιῶν, τὸ δὲ ῥεῦμα σφοδρὸν καὶ δυσδιάβατον.
因此,亚历山大因他的英勇行为而赞扬了他;而他自己则侵入了培勾斯的领地。 由于当地人欣然欢迎马其顿人的到来,培勾斯也带着许多礼物前来迎接,亚历山大便准许他保留自己的王国;在与军队一起受到两天的盛情款待后,他向许帕尼斯河推进,该河宽七斯塔德,深六奥尔吉亚,水流湍急且难以渡过。
§17.93.2ἀκούσας δὲ τοῦ Φηγέως περὶ τῆς πέραν τοῦ ποταμοῦ χώρας ὅτι δώδεκα μὲν ἡμερῶν ἔχει δίοδον ἔρημον, μετὰ δὲ ταύτην εἶναι ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην, τὸ μὲν πλάτος τριάκοντα καὶ δυεῖν σταδίων, τὸ δὲ βάθος μέγιστον τῶν κατὰ τὴν Ἰνδικήν, πέραν δὲ τούτου κατοικεῖν τό τε τῶν Ταβραισίων καὶ Γανδαριδῶν ἔθνος, τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἅρματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους, ἀπιστήσας δὲ τοῖς λεγομένοις προσεκαλέσατο τὸν Πῶρον καὶ περὶ τῶν προσαγγελλομένων τἀκριβὲς διεπυνθάνετο.
听培勾斯谈到大河彼岸的土地时,得知那里有需要行走十二天的荒漠通道,其后是一条名叫恒河的大河,宽三十二斯塔德,是印度境内最深的一条河,而在大河彼岸居住着轻蔑之地的塔布莱斯人与甘达里代人的部族,统治他们的是桑德拉墨斯,他拥有两万骑兵、二十万步兵、二千辆战车和四千头装备用于战争的战象。 亚历山大不相信这些说法,便召来波罗斯,向他详细询问所报之事的真实情况。
§17.93.3ὁ δὲ τἄλλα μὲν ὑπάρχειν ἅπαντα ἀληθῆ διεβεβαιοῦτο, τὸν δὲ βασιλέα τῶν Γανδαριδῶν ἔφησεν εὐτελῆ παντελῶς εἶναι καὶ ἄδοξον ὡς ἂν κουρέως υἱὸν νομιζόμενον εἶναι.
波罗斯证实其他一切事情完全是真实的,但说甘达里代人的国王是一个彻底卑贱且默默无闻的人,因为他被认为是一个理发师的儿子。
εὐπρεπῆ γὰρ ὄντα τὸν τούτου πατέρα μεγάλως ὑπὸ τῆς βασιλίσσης ἀγαπηθῆναι καὶ τοῦ βασιλέως διὰ τῆς γυναικὸς δολοφονηθέντος εἰς τοῦτον περιστῆναι τὴν βασιλείαν.
因为他的父亲长相俊美,深受王后宠爱,当国王通过其妻子被暗杀后,王位便传到了这个人手里。
§17.93.4ὁ δʼ Ἀλέξανδρος, καίπερ ὁρῶν δυσεπίτευκτον τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν οὖσαν, ὅμως οὐκ ἀφίστατο τῆς φιλοτιμίας, ἀλλὰ πιστεύων ταῖς τῶν Μακεδόνων ἀρεταῖς καὶ τοῖς χρησμοῖς ἐλπίδας εἶχε κρατήσειν τῶν βαρβάρων·
亚历山大虽然看到针对甘达里代人的远征难以达成,但仍不放弃自己的雄心,而是信任马其顿人的英勇和神谕,抱有战胜野蛮人的希望。
τὴν μὲν γὰρ Πυθίαν ἀνίκητον αὐτὸν ὠνομακέναι, τὸν δʼ Ἄμμωνα συγκεχωρηκέναι τὴν ἁπάσης τῆς γῆς ἐξουσίαν.
因为皮提亚曾称他为不可战胜之人,而阿蒙神也已经准许他拥有整个大地的统治权。

词汇与语法注释

  1. 17.93.1ἅμα δὲ τούτοις πραττομένοις — 前置词 ἅμα 与与格代词 τούτοις 及与格分词 πραττομένοις 连用的结构。其作用类似于属格独立分词结构,意为“在这些事情进行的同时”,用以表示动作的同步性。
  2. 17.93.2ὅτι δώδεκα μὲν ἡμερῶν ἔχει δίοδον ἔρημον, μετὰ δὲ ταύτην εἶναι... — 由 ὅτι 引导的间接引语在后半部分(自 μετὰ δὲ ταύτην 起)转向了“对格+不定式”结构(εἶναι, κατοικεῖν, βασιλεύειν)。这是在同一个间接引语中混合使用不同传达方式的现象。
  3. 17.93.3ὡς ἂν κουρέως υἱὸν νομιζόμενον εἶναι — 质词组合 ὡς ἂν 与对格分词 νομιζόμενον 连用,表示主观或传闻中的原因(“因为被认为……”),不定式 εἶναι 作为补语隶属于该分词。
  4. 17.93.4τὴν μὲν γὰρ Πυθίαν ἀνίκητον αὐτὸν ὠνομακέναι — 对格加不定式结构,用以解释前句中“抱有希望”(ἐλπίδας εἶχε)的依据或内容。不定式 ὠνομακέναι(主动完成时)的主语是 τὴν Πυθίαν(对格),直接宾语是 αὐτόν(对格,指代亚历山大),ἀνίκητον 是其宾语补足语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.93.1-17.93.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.93.1-17.93.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。