§17.92.1τῷ δʼ Ἀλεξάνδρῳ πολλὰ καὶ μεγάλα δῶρα παραστήσας κύνας ἔδωκεν ἑκατὸν καὶ πεντήκοντα τοῖς μεγέθεσι καὶ ταῖς ἀλκαῖς καὶ τοῖς ἄλλοις προτερήμασι θαυμαζομένους, οὓς ἔφασαν ταῖς τίγρεσιν ἐπιμεμῖχθαι.
在向亚历山大呈献了许多丰厚的礼物后,索佩特斯送给他一百五十条在体型、力量和其他优良品质上都令人惊叹的猎犬,据他们说,这些猎犬曾与老虎交配。
§17.92.2βουλόμενος δὲ τὸν Ἀλέξανδρον διὰ τῶν ἔργων λαβεῖν πεῖραν τῆς τῶν κυνῶν ἀρετῆς εἰσήγαγεν εἴς τι περίφραγμα λέοντα τέλειον καὶ τῶν δοθέντων κυνῶν δύο τοὺς εὐτελεστάτους προέβαλε τῷ λέοντι· τούτων δὲ κατισχυομένων ὑπὸ τοῦ θηρίου δύο ἑτέρους εἰς2αφῆκεν.
为了让亚历山大通过实际行动来检验这些猎犬的优秀品质,他把一只成年雄狮引进一个围栏里,并将赠送的猎犬中最为劣等的两只投给狮子;当这两只猎犬被野兽压制时,他又放进了另外两只。
§17.92.3τῶν δὲ τεττάρων περιγινομένων τοῦ λέοντος πεμφθείς τις ὑπʼ αὐτοῦ μετὰ μαχαίρας ἀφῄρει τὸ δεξιὸν σκέλος ἑνὸς τῶν κυνῶν.
当这四只猎犬压倒了狮子时,索佩特斯派出的一个手持短刀的人开始砍断其中一只猎犬的右腿。
τοῦ δὲ βασιλέως ἀναβοήσαντος καὶ τῶν σωματοφυλάκων προσδραμόντων καὶ τῆς τοῦ Ἰνδοῦ χειρὸς ἐπιλαβομένων ὁ μὲν Σωπείθης τρεῖς ἀντὶ τούτου δώσειν ἐπηγγείλατο, ὁ δὲ κυνηγὸς ἐπιλαβόμενος τοῦ σκέλους ἔτεμνεν ἡσυχῇ κατʼ ὀλίγον.
尽管国王大声斥责,卫兵们也跑过去抓住了那个印度人的手,但索佩特斯承诺要送出三只来代替这一只,而那名猎人抓着狗腿,继续静静地、一点一点地切割。
ὁ δὲ κύων οὔτε κλαγγὴν οὔτε μυγμὸν προέμενος, ἀλλὰ τοὺς ὀδόντας ἐμπεπρικὼς ἔμενεν ἕως ὅτου γενόμενος ἔξαιμος ἐναπέθανε τῷ θηρίῳ.
那只猎犬既没有发出吠叫,也没有发出呜咽,而是咬紧牙关,一直坚持到失血过多、在撕咬着野兽的过程中死去。