§17.93.1ἅμα δὲ τούτοις πραττομένοις ἧκεν Ἡφαιστίων μετὰ τῆς συναπεσταλμένης δυνάμεως πολλὴν τῆς Ἰνδικῆς καταπεπολεμηκώς.
これらがなされているのと同時に、ヘファイスティオンが、共に派遣された軍勢を率い、インドの多くの地を征服して帰還した。
τοῦτον μὲν οὖν διὰ τὰς ἀνδραγαθίας ἐπῄνεσεν·
そこで彼(アレクサンドロス)は、ヘファイスティオンをその勇敢な行為のゆえに称賛した。
αὐτὸς δὲ εἰς τὴν Φηγέως δυναστείαν ἐμβαλὼν καὶ τῶν ἐγχωρίων ἀσμένως τὴν τῶν Μακεδόνων παρουσίαν προσδεξαμένων καὶ τοῦ Φηγέως μετὰ δώρων πολλῶν ἀπαντήσαντος τήν τε βασιλείαν ἔχειν συνεχώρησε καὶ ξενισθεὶς μετὰ τῆς δυνάμεως ἐπὶ δύο ἡμέρας λαμπρῶς ἐπὶ τὸν Ὕφασιν ποταμὸν προῆγεν, οὗ τὸ μὲν πλάτος ἦν σταδίων ἑπτά, τὸ δὲ βάθος ἓξ ὀργυιῶν, τὸ δὲ ῥεῦμα σφοδρὸν καὶ δυσδιάβατον.
自身はペゲウスの領土に侵入したが、現地の人々がマケドニア人の到来を喜んで迎え入れ、ペゲウスも多くの贈り物を持って出迎えたため、彼がその王国を保持し続けることを許し、自軍とともに二日間にわたり盛大にもてなされた後、ヒュパシス川へと進軍した。 その川は、幅が七スタディオン、深さが六オルギュイアあり、流れは激しく渡るのが困難であった。
§17.93.2ἀκούσας δὲ τοῦ Φηγέως περὶ τῆς πέραν τοῦ ποταμοῦ χώρας ὅτι δώδεκα μὲν ἡμερῶν ἔχει δίοδον ἔρημον, μετὰ δὲ ταύτην εἶναι ποταμὸν τὸν ὀνομαζόμενον Γάγγην, τὸ μὲν πλάτος τριάκοντα καὶ δυεῖν σταδίων, τὸ δὲ βάθος μέγιστον τῶν κατὰ τὴν Ἰνδικήν, πέραν δὲ τούτου κατοικεῖν τό τε τῶν Ταβραισίων καὶ Γανδαριδῶν ἔθνος, τούτων δὲ βασιλεύειν Ξανδράμην, ἔχοντα δισμυρίους μὲν ἱππεῖς, πεζῶν δὲ εἴκοσι μυριάδας, ἅρματα δὲ δισχίλια, ἐλέφαντας δὲ πολεμικῶς κεκοσμημένους τετρακισχιλίους, ἀπιστήσας δὲ τοῖς λεγομένοις προσεκαλέσατο τὸν Πῶρον καὶ περὶ τῶν προσαγγελλομένων τἀκριβὲς διεπυνθάνετο.
しかし、川の向こう側の土地についてペゲウスから、そこには十二日間の旅程に及ぶ砂漠の通過路があり、その先にはガンジスと呼ばれる川があって、幅は三十二スタディオン、深さはインド全土で最大であり、その向こうにはタブラシオン人とガンダリダイ人の部族が住んでおり、彼らを支配するのはクサンドラメスで、二万の騎兵、二十万の歩兵、二千の戦車、そして戦闘用に武装された四千頭の戦象を擁していると聞き、その話を信じかねたため、ポーロスを呼び寄せて、報告された事柄について正確なところを問い質した。
§17.93.3ὁ δὲ τἄλλα μὲν ὑπάρχειν ἅπαντα ἀληθῆ διεβεβαιοῦτο, τὸν δὲ βασιλέα τῶν Γανδαριδῶν ἔφησεν εὐτελῆ παντελῶς εἶναι καὶ ἄδοξον ὡς ἂν κουρέως υἱὸν νομιζόμενον εἶναι.
ポーロスは、他のことはすべて真実であると言い明言したが、ガンダリダイ人の王は、理髪師の息子とみなされているがゆえに、完全に卑しく無名な人物であると述べた。
εὐπρεπῆ γὰρ ὄντα τὸν τούτου πατέρα μεγάλως ὑπὸ τῆς βασιλίσσης ἀγαπηθῆναι καὶ τοῦ βασιλέως διὰ τῆς γυναικὸς δολοφονηθέντος εἰς τοῦτον περιστῆναι τὴν βασιλείαν.
というのも、彼の父親は容姿が美しかったため王妃に深く愛され、王がその妻を通じて暗殺されると、王位がこの者に転がり込んだからである。
§17.93.4ὁ δʼ Ἀλέξανδρος, καίπερ ὁρῶν δυσεπίτευκτον τὴν ἐπὶ τοὺς Γανδαρίδας στρατείαν οὖσαν, ὅμως οὐκ ἀφίστατο τῆς φιλοτιμίας, ἀλλὰ πιστεύων ταῖς τῶν Μακεδόνων ἀρεταῖς καὶ τοῖς χρησμοῖς ἐλπίδας εἶχε κρατήσειν τῶν βαρβάρων·
アレクサンドロスは、ガンダリダイ人に対する遠征が達成困難であることを予期していたものの、それでもなお野心を捨てることはなく、マケドニア人の勇気と神託を信頼して、未開人たちに勝利するという希望を抱いていた。
τὴν μὲν γὰρ Πυθίαν ἀνίκητον αὐτὸν ὠνομακέναι, τὸν δʼ Ἄμμωνα συγκεχωρηκέναι τὴν ἁπάσης τῆς γῆς ἐξουσίαν.
すなわち、ピュティアが彼を無敵と名付け、アモンが彼に全世界の支配権を容認していたからである。