Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.9.1-17.9.6

底比斯的抗战决意与攻城准备

第 614 段,共 723 段 · 希腊语

内容简介

面对亚历山大的出人意料降临,底比斯人决定战斗到底;针对国王的和平倡议,他们通过反向宣告予以挑衅,这激怒了国王,使他决定彻底摧毁该城并着手进行攻城准备。

§17.9.1ἐπεὶ δʼ ὁ βασιλεὺς ἀνελπίστως ἐκ τῆς Θρᾴκης ἧκε μετὰ πάσης τῆς δυνάμεως, αἱ μὲν συμμαχίαι τοῖς Θηβαίοις δισταζομένην εἶχον τὴν παρουσίαν, ἡ δὲ τῶν πολεμίων δύναμις ὁμολογουμένην καὶ φανερὰν ἐποιεῖτο τὴν ὑπεροχήν.
由于国王率全军出乎意料地自色雷斯赶来,对底比斯人而言,同盟军的到来变得令人迟疑,而敌人的军队则展现出无可争议且显而易见的绝对优势。
τότε δὲ συνεδρεύσαντες οἱ ἡγεμόνες προεβουλεύσαντο περὶ τοῦ πολέμου καὶ πᾶσιν ἔδοξεν ὑπὲρ τῆς αὐτονομίας διαγωνίζεσθαι.
当时,领袖们召开会议,预先商讨了战争之事,众人皆决定为自主独立而奋斗到底。
τοῦ δὲ πλήθους ἐπικυρώσαντος τὴν γνώμην ἅπαντες μετὰ πολλῆς προθυμίας εἶχον ἑτοίμως διακινδυνεύειν.
在民众批准了这一决定后,所有人皆怀着极大的热忱,准备好冒险一战。
§17.9.2ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἡσυχίαν ἦγε, διδοὺς μετανοίας χρόνον εἰς τὸ βουλεύσασθαι καὶ νομίζων μὴ τολμήσειν μίαν πόλιν πρὸς τηλικαύτην δύναμιν παρατάξασθαι.
国王起初保持静默,给他们时间回心转意以进行考虑,并认为单单一个城市绝不敢与如此庞大的兵力对阵。
§17.9.3εἶχε γὰρ ὁ Ἀλέξανδρος κατὰ τοῦτον τὸν καιρὸν πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τρισχιλίων, πάντας δʼ ἐνηθληκότας τοῖς πολεμικοῖς κινδύνοις καὶ συνεστρατευμένους Φιλίππῳ καὶ σχεδὸν ἐν πάσαις ταῖς μάχαις ἀηττήτους γεγονότας· ὧν δὴ ταῖς ἀρεταῖς καὶ προθυμίαις πεποιθὼς Ἀλέξανδρος ἐπεβάλετο καταλῦσαι τὴν τῶν Περσῶν ἡγεμονίαν.
因为亚历山大此时拥有三万多步兵、不少于三千的骑兵,他们全都在战争的危险中饱经锻炼,曾随腓力一同征战,且几乎在所有的战役中都未尝败绩;正是凭借对这些士兵的英勇与热忱的信任,亚历山大才着手打倒波斯人的统治。
§17.9.4εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν· ἐπεθύμει γὰρ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς ἀποτριψάμενος ἀπερίσπαστον ἔχειν τὸν πρὸς τοὺς Πέρσας πόλεμον·
因此,如果底比斯人能屈服于时局,向马其顿人发出使者商谈和平与协定,国王本会乐意接受他们的会晤,并宽允他们所要求的一切;因为他渴望摆脱希腊的动乱,从而使对波斯人的战争不受干扰。
νῦν δὲ δόξας ὑπὸ τῶν Θηβαίων καταφρονεῖσθαι διέγνω τὴν πόλιν ἄρδην ἀνελεῖν καὶ τῷ φόβῳ τούτῳ τὰς ὁρμὰς τῶν ἀφίστασθαι τολμώντων ἀποτρέψαι.
然而事实上,由于感到被底比斯人轻视,他决定彻底消灭这座城市,并用这种恐惧来遏制那些胆敢反叛者的冲动。
§17.9.5διόπερ τὴν δύναμιν ἑτοίμην κατασκευάσας πρὸς τὸν κίνδυνον ἐκήρυξε τὸν βουλόμενον Θηβαίων ἀπιέναι πρὸς αὐτὸν καὶ μετέχειν τῆς κοινῆς τοῖς Ἕλλησιν εἰρήνης.
因此,在让军队做好战斗准备后,他向底比斯人宣告:任何愿意的人都可以到他那里去,并参与希腊人的共同和平。
οἱ δὲ Θηβαῖοι διαφιλοτιμηθέντες ἀντεκήρυξαν ἀπό τινος ὑψηλοῦ πύργου τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παριέναι πρὸς αὐτούς.
然而,底比斯人出于对抗的雄心,在一座高塔上反向宣告:任何愿意与大王及底比斯人一同解放希腊人并推翻希腊僭主的人,都可以到他们这里来。
§17.9.6ὅθεν Ἀλέξανδρος περιαλγὴς γενόμενος εἰς ὑπερβάλλουσαν ὀργὴν προῆλθεν καὶ πάσῃ τιμωρίᾳ τοὺς Θηβαίους μετελθεῖν ἔκρινεν.
由此,亚历山大深感痛苦,陷入了极度的愤怒之中,决定对底比斯人施以全面的惩罚。
οὗτος μὲν οὖν ἀποθηριωθεὶς τὴν ψυχὴν μηχανάς τε πολιορκητικὰς συνεστήσατο καὶ τἄλλα πρὸς τὸν κίνδυνον παρεσκευάζετο,
因此,他内心变得如野兽般残暴,组装了攻城器械,并为这场危险的战斗做好了其他一切准备。

词汇与语法注释

  1. 17.9.1δισταζομένην εἶχον τὴν παρουσίαν — 动词 `ἔχω` 与被动分词阴性单数宾格 `δισταζομένην` 作谓语性结合的迂回表达,意为“使他们的到来(`παρουσίαν`)处于被迟疑的状态”,以此表示同盟军的到来变得令人怀疑。
  2. 17.9.4εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν — 表示与过去事实相反的虚拟条件句。条件从句中的动词 `διεπρεσβεύοντο`(未完成过去时)表示过去持续的行为或未遂的企图,而结论从句中的 `ἂν προσεδέξατο` 和 `ἂν συνεχώρησεν`(不定过去时带 `ἄν`)则表示过去未曾实现的单一结果。
  3. 17.9.5τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παριέναι πρὸς αὐτούς — 引导底比斯人反向宣告(`ἀντεκήρυξαν`)内容的“宾格加不定式”结构。名词化的分词 `τὸν βουλόμενον`(“凡渴望……的人”)是不定式 `παριέναι`(“前来、加入”)的逻辑主语,在此具有间接命令的功用,意为“凡渴望……的人应当到他们这里来”。
  4. 17.9.6ἀποθηριωθεὶς τὴν ψυχὴν — 被动分词 `ἀποθηριωθεὶς`(“被兽化、变得残暴”)与表示关系(限定)的宾格 `τὴν ψυχὴν`(“在心灵上”)相结合的表达,意为“在心灵上变得如野兽般残暴(激愤)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.9.1-17.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.9.1-17.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。