Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.9.1-17.9.6

テーバイの徹底抗戦の決意と攻城戦の準備

614 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスの予期せぬ到来に対し、テーバイ人は徹底抗戦を決意し、王の和解勧告に対してペルシアとの同盟を掲げる逆布告で応じたため、激怒した王はテーバイの完全破壊を決意し攻城戦の準備を始める。

§17.9.1ἐπεὶ δʼ ὁ βασιλεὺς ἀνελπίστως ἐκ τῆς Θρᾴκης ἧκε μετὰ πάσης τῆς δυνάμεως, αἱ μὲν συμμαχίαι τοῖς Θηβαίοις δισταζομένην εἶχον τὴν παρουσίαν, ἡ δὲ τῶν πολεμίων δύναμις ὁμολογουμένην καὶ φανερὰν ἐποιεῖτο τὴν ὑπεροχήν.
王が予期せずトラキアから全軍を率いて到来したため、テーバイ人への同盟軍はその到着が危ぶまれる状態となり、敵の軍勢はその圧倒的優勢を誰もが認める明白なものとした。
τότε δὲ συνεδρεύσαντες οἱ ἡγεμόνες προεβουλεύσαντο περὶ τοῦ πολέμου καὶ πᾶσιν ἔδοξεν ὑπὲρ τῆς αὐτονομίας διαγωνίζεσθαι.
そのとき、指導者たちは評議会を開いて戦争についてあらかじめ審議し、自律のために最後まで戦うことが全員に決議された。
τοῦ δὲ πλήθους ἐπικυρώσαντος τὴν γνώμην ἅπαντες μετὰ πολλῆς προθυμίας εἶχον ἑτοίμως διακινδυνεύειν.
民衆がこの決意を承認すると、全員が多大な熱意をもって、危険に立ち向かう用意を整えた。
§17.9.2ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον ἡσυχίαν ἦγε, διδοὺς μετανοίας χρόνον εἰς τὸ βουλεύσασθαι καὶ νομίζων μὴ τολμήσειν μίαν πόλιν πρὸς τηλικαύτην δύναμιν παρατάξασθαι.
王は最初は静観を保ち、彼らが翻意して熟慮するための時間を与えた。 一つの都市がこれほど巨大な軍勢に対して対陣することをあえてしないだろうと考えたからである。
§17.9.3εἶχε γὰρ ὁ Ἀλέξανδρος κατὰ τοῦτον τὸν καιρὸν πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τρισχιλίων, πάντας δʼ ἐνηθληκότας τοῖς πολεμικοῖς κινδύνοις καὶ συνεστρατευμένους Φιλίππῳ καὶ σχεδὸν ἐν πάσαις ταῖς μάχαις ἀηττήτους γεγονότας·
というのも、アレクサンドロスはこの時、3万人を超える歩兵と、3千人を下回らない騎兵を擁しており、彼ら全員が戦争の危険において鍛え抜かれ、フィリッポスと共に従軍し、ほぼすべての戦いにおいて不敗であったからである。
ὧν δὴ ταῖς ἀρεταῖς καὶ προθυμίαις πεποιθὼς Ἀλέξανδρος ἐπεβάλετο καταλῦσαι τὴν τῶν Περσῶν ἡγεμονίαν.
まさに彼らの勇気と熱意を信頼して、アレクサンドロスはペルシアの覇権を打倒することに着手したのである。
§17.9.4εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν·
それゆえ、もしテーバイ人が時勢に屈して、平和と協定を求めてマケドニア人への使節を派遣していたならば、王は喜んでその会見を受け入れたであろうし、求められたすべてのことを容認したであろう。
ἐπεθύμει γὰρ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς ἀποτριψάμενος ἀπερίσπαστον ἔχειν τὸν πρὸς τοὺς Πέρσας πόλεμον·
彼はギリシアにおける動乱を振り払い、ペルシアに対する戦争を邪魔されない状態に保つことを望んでいたからである。
νῦν δὲ δόξας ὑπὸ τῶν Θηβαίων καταφρονεῖσθαι διέγνω τὴν πόλιν ἄρδην ἀνελεῖν καὶ τῷ φόβῳ τούτῳ τὰς ὁρμὰς τῶν ἀφίστασθαι τολμώντων ἀποτρέψαι.
しかし実際には、テーバイ人から軽んじられていると考えたため、彼はその都市を根底から破壊し、この恐怖によって、反乱をあえて企てる者たちの衝動を挫くことを決意した。
§17.9.5διόπερ τὴν δύναμιν ἑτοίμην κατασκευάσας πρὸς τὸν κίνδυνον ἐκήρυξε τὸν βουλόμενον Θηβαίων ἀπιέναι πρὸς αὐτὸν καὶ μετέχειν τῆς κοινῆς τοῖς Ἕλλησιν εἰρήνης.
それゆえ、戦いに向けて軍勢を整えると、テーバイ人のうち望む者は誰でも、彼のところに来てギリシア人共通の平和に参加してよいと布告した。
οἱ δὲ Θηβαῖοι διαφιλοτιμηθέντες ἀντεκήρυξαν ἀπό τινος ὑψηλοῦ πύργου τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παριέναι πρὸς αὐτούς.
しかしテーバイ人は、対抗意識を燃やして、ある高い塔の上から逆に布告した。 大王およびテーバイ人とともにギリシア人を解放し、ギリシアの僭主を打倒することを望む者は誰でも、自分たちのもとに来るべきである、と。
§17.9.6ὅθεν Ἀλέξανδρος περιαλγὴς γενόμενος εἰς ὑπερβάλλουσαν ὀργὴν προῆλθεν καὶ πάσῃ τιμωρίᾳ τοὺς Θηβαίους μετελθεῖν ἔκρινεν.
このため、アレクサンドロスは深く傷つき、極限の怒りに達し、テーバイ人に最大の懲罰をもって報いることを決意した。
οὗτος μὲν οὖν ἀποθηριωθεὶς τὴν ψυχὴν μηχανάς τε πολιορκητικὰς συνεστήσατο καὶ τἄλλα πρὸς τὸν κίνδυνον παρεσκευάζετο,
こうして、彼は心を野生化させ、攻城兵器を組み立て、戦いに向けたその他の準備を進めた。

語釈・文法注

  1. 17.9.1δισταζομένην εἶχον τὴν παρουσίαν — 動詞 `ἔχω` に受動分詞の女性対格 `δισταζομένην` が述語的に結合した迂言的表現であり、「その到着(`παρουσίαν`)を危ぶまれる(ためらわれる)状態にしていた」という意味。これは、同盟軍が到着するかどうかが不確実になったことを表す。
  2. 17.9.4εἰ μὲν οὖν οἱ Θηβαῖοι τοῖς καιροῖς εἴξαντες διεπρεσβεύοντο πρὸς τοὺς Μακεδόνας ὑπὲρ εἰρήνης καὶ συνθέσεως, ἡδέως ἂν ὁ βασιλεὺς προσεδέξατο τὰς ἐντεύξεις καὶ πάντα ἂν ἀξιούμενος συνεχώρησεν — 過去の事実に反する仮定を表す反実仮想の構文。条件節の動詞 `διεπρεσβεύοντο`(未完了過去)は、過去における継続的な行為、または未遂の試みを表し、帰結節の `ἂν προσεδέξατο` と `ἂν συνεχώρησεν`(アオリスト + `ἄν`)は、過去に実現しなかった一回限りの結果を示している。
  3. 17.9.5τὸν βουλόμενον μετὰ τοῦ μεγάλου βασιλέως καὶ Θηβαίων ἐλευθεροῦν τοὺς Ἕλληνας καὶ καταλύειν τὸν τῆς Ἑλλάδος τύραννον παριέναι πρὸς αὐτούς — テーバイ側の布告(`ἀντεκήρυξαν`)の内容を導く対格不定詞構文。`τὸν βουλόμενον`(〜することを望む者、分詞の実詞化)が不定詞 `παριέναι`(近づく、現在不定詞)の意味上の主語であり、間接命令的な機能「〜を望む者は自分たちのもとに馳せ参じるように」を果たしている。
  4. 17.9.6ἀποθηριωθεὶς τὴν ψυχὴν — 受動分詞 `ἀποθηριωθεὶς`(野生化された、残暴にされた)に、関係対格(限定の対格)の `τὴν ψυχὴν`(心に関して)が結合した表現。「その心において野生(獣)のようになった、激昂した」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.9.1-17.9.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.9.1-17.9.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。