§17.10.1οἱ δʼ Ἕλληνες πυνθανόμενοι τὸ μέγεθος τῶν περὶ τοὺς Θηβαίους κινδύνων ἐδυσφόρουν ἐπὶ ταῖς προσδοκωμέναις περὶ αὐτῶν συμφοραῖς, οὐ μὴν βοηθεῖν γʼ ἐτόλμων τῇ πόλει διὰ τὸ προπετῶς καὶ ἀβούλως εἰς ὁμολογουμένην ἀπώλειαν ἑαυτὴν δεδωκέναι.
希腊人得知底比斯人面临的危险之大,便为他们预期的厄运感到悲哀,但他们绝不敢前去援助这座城市,因为底比斯轻率且无谋地将自己投向了显而易见的毁灭。
§17.10.2οἱ δὲ Θηβαῖοι ταῖς μὲν εὐτολμίαις προθύμως ἀνεδέχοντο τοὺς κινδύνους, φήμαις δέ τισι μάντεων καὶ θεῶν σημείοις ἠποροῦντο.
底比斯人虽凭着勇敢热忱地迎接危险,却因预言者的一些传闻和神明的征兆而感到困惑。
πρῶτον μὲν γὰρ ἐν τῷ τῆς Δήμητρος ἱερῷ λεπτὸν ἀράχνης ὕφασμά τι διαπεπετασμένον ὤφθη, τὸ μὲν μέγεθος ἔχον ἱματίου, κύκλῳ δὲ περιφαῖνον ἶριν τῇ κατʼ οὐρανὸν ἐοικυῖαν.
首先,在得墨忒耳的神殿里,人们看到一张展开的细密蜘蛛网,其大小如一件外衣,周围显现出如同天空中彩虹般的虹光。
§17.10.3περὶ οὗ τὸ μὲν ἐν Δελφοῖς χρηστήριον ἔδωκεν αὐτοῖς τόνδε τὸν χρησμόν· "
σημεῖον τόδε πᾶσι θεοὶ φαίνουσι βροτοῖσι,
Βοιωτοῖς δὲ μάλιστα καὶ οἳ περιναιετάουσι.
关于这一现象,德尔斐的神谕所向他们给出了如下神谕: "此乃众神向所有凡人昭示的征兆,尤其是向波奥蒂亚人及其周边居民。
"
τὸ δὲ πάτριον τῶν Θηβαίων μαντεῖον τοῦτον ἐξήνεγκε τὸν χρησμόν· "
ἱστὸς ὑφαινόμενος ἄλλῳ κακόν, ἄλλῳ ἄμεινον. "
"而底比斯祖传的神谕所则传达了这样的神谕: "织就的织网,对一人是灾祸,对另一人则是福祉。
§17.10.4τοῦτο μὲν οὖν τὸ σημεῖον ἐγένετο τρισὶ μησὶν ἀνωτέρω τῆς Ἀλεξάνδρου παρουσίας ἐπὶ τὰς Θήβας, ὑπʼ αὐτὴν δὲ τὴν ἔφοδον τοῦ βασιλέως οἱ κατὰ τὴν ἀγορὰν ἀνδριάντες ἐφάνησαν ἱδρῶτας ἀφιέντες καὶ μεστοὶ σταλαγμῶν μεγάλων.
"这一征兆发生在亚历山大抵达底比斯的三个月前。 而在国王大军迫近之时,广场上的雕像仿佛流出了汗水,满是大颗的滴液。
χωρὶς δὲ τούτων ἧκόν τινες τοῖς ἄρχουσιν ἀπαγγέλλοντες τὴν ἐν Ὀγχηστῷ λίμνην μυκήματι παραπλήσιον φωνὴν ἀφιέναι, τῇ δὲ Δίρκῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ ὕδατος αἱματοειδῆ φρίκην ἐπιτρέχειν.
除此之外,还有人前来向执政官报告,说昂客斯托斯的湖水发出类似牛吼的声音,而在狄尔刻泉,水面上泛起了血红色的涟漪。
§17.10.5ἕτεροι δὲ ἧκον ἐκ Δελφῶν μηνύοντες ὅτι ὁ ἀπὸ Φωκέων ναός, ὃν ἱδρύσαντο Θηβαῖοι, ᾑματωμένην ἔχων τὴν ὀροφὴν ὁρᾶται.
另有一些人从德尔斐赶来,通报说由底比斯人用取自福基斯人的战利品建造的神殿,其屋顶显现出被血染红的样子。
οἱ δὲ ἐπὶ τὴν τῶν σημείων διάκρισιν ἀσχολούμενοι σημαίνειν ἔφασαν τὸ μὲν ὕφασμα θεῶν ἀπὸ τῆς πόλεως χωρισμόν, τὸ δὲ τῆς ἴριδος χρῶμα πραγμάτων ποικίλων χειμῶνα, τὸν δὲ τῶν ἀνδριάντων ἱδρῶτα ὑπερβάλλουσαν κακοπάθειαν, τὸ δʼ ἐν πλείοσι τόποις φαινόμενον αἷμα φόνον πολὺν κατὰ τὴν πόλιν ἐσόμενον.
负责解读征兆的人宣称:织网意味着神明将离开这座城市;彩虹的颜色预示着多变事态的暴风雨;雕像的汗水代表着极度的苦难;而在多处出现的血迹则预示着城市中即将发生大屠杀。
§17.10.6συνεβούλευον οὖν τῶν θεῶν φανερῶς σημαινόντων τὴν ἐσομένην τῇ πόλει συμφορὰν μὴ συγκαταβαίνειν εἰς τὸ διὰ μάχης κρίνειν τὸν πόλεμον, ἑτέραν δὲ διάλυσιν ζητεῖν διὰ λόγων ἀσφαλεστέραν.
因此他们建议,既然神明已公开预示了城市将要面临的灾祸,就不要同意通过战斗来决出战争的胜负,而应寻求另一种通过谈判达成的、更为安全的解决方式。
οὐ μὴν οἱ Θηβαῖοί γε ταῖς ψυχαῖς ἐμαλακύνοντο, τοὐναντίον δὲ τοῖς θυμοῖς προαχθέντες ἀνεμίμνησκον ἀλλήλους τὴν ἐν Λεύκτροις εὐημερίαν καὶ τῶν ἄλλων παρατάξεων ἐν αἷς θαυμαστῶς ταῖς ἰδίαις ἀνδραγαθίαις ἀνελπίστους νίκας περιεποιήσαντο.
然而,底比斯人内心并未屈服,相反,在斗志的驱使下,他们互相提醒在留克特拉的辉煌胜利,以及在其他战役中,他们如何以惊人的勇气赢得了出乎意料的胜利。
οἱ μὲν οὖν Θηβαῖοι τοῖς παραστήμασιν ἀνδρειότερον μᾶλλον ἢ φρονιμώτερον χρησάμενοι προέπεσον εἰς πάνδημον τῆς πατρίδος ὄλεθρον·
于是,底比斯人行事凭着英勇而非明智,最终使自己的祖国陷入了全民覆灭的深渊。