Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.72.1-17.72.6

泰伊丝唆使焚毁波斯波利斯王宫

第 677 段,共 723 段 · 希腊语

内容简介

亚历山大举行祝捷宴会时,一位名叫泰伊丝的阿提卡女子提议焚烧波斯王宫以复仇,喝醉的众人随即纵火将其烧毁。

§17.72.1ὁ δʼ Ἀλέξανδρος ἐπινίκια τῶν κατορθωμάτων ἐπιτελῶν θυσίας τε μεγαλοπρεπεῖς τοῖς θεοῖς συνετέλεσεν καὶ τῶν φίλων λαμπρὰς ἑστιάσεις ἐποιήσατο.
亚历山大为庆祝其成功,向神明举行了盛大的祭祀,并为他的朋友们举办了华丽的宴会。
καὶ δή ποτε τῶν ἑταίρων εὐωχουμένων καὶ τοῦ μὲν πότου προβαίνοντος, τῆς δὲ μέθης προϊούσης κατέσχε λύσσα ἐπὶ πολὺ τὰς ψυχὰς τῶν οἰνωμένων.
的确,当同伴们正在宴饮、酒局渐入佳境、醉意渐深之时,一股狂热极大地攫住了这些醉酒者的心灵。
§17.72.2ὅτε δὴ καὶ μία τῶν παρουσῶν γυναικῶν, ὄνομα μὲν Θαΐς, Ἀττικὴ δὲ τὸ γένος, εἶπεν κάλλιστον Ἀλεξάνδρῳ τῶν κατὰ τὴν Ἀσίαν πεπραγμένων ἔσεσθαι, ἐὰν κωμάσας μετʼ αὐτῶν ἐμπρήσῃ τὰ βασίλεια καὶ τὰ Περσῶν περιβόητα γυναικῶν χεῖρες ἐν βραχεῖ καιρῷ ποιήσωσιν ἄφαντα.
就在那时,在座的一位妇女,名叫泰伊丝,出身阿提卡,说道,如果亚历山大与她们一同狂欢并纵火焚烧王宫,让波斯人闻名遐迩的宫殿在极短的时间内消失在女性的手中,这将是他在亚洲所取得的最伟大的成就。
§17.72.3τούτων δὲ ῥηθέντων εἰς ἄνδρας νέους καὶ διὰ τὴν μέθην ἀλόγως μετεωριζομένους, ὡς εἰκός, ἄγειν τις ἀνεβόησε καὶ δᾷδας ἅπτειν καὶ τὴν εἰς τὰ τῶν Ἑλλήνων ἱερὰ παρανομίαν ἀμύνασθαι παρεκελεύετο.
当这些话是对年轻且因醉酒而无理亢奋的男子们说的时候,正如预料的那样,有人大喊着带路并点燃火把,并怂恿大家去报复针对希腊人神庙的违法暴行。
§17.72.4συνεπευφημούντων δὲ καὶ ἄλλων καὶ λεγόντων μόνῳ τὴν πρᾶξιν ταύτην προσήκειν Ἀλεξάνδρῳ καὶ τοῦ βασιλέως συνεξαρθέντος τοῖς λόγοις πάντες ἀνεπήδησαν ἐκ τοῦ πότου καὶ τὸν ἐπινίκιον κῶμον ἄγειν Διονύσῳ παρήγγειλαν.
其他人也纷纷随声附和,说这一举动只配由亚历山大来做,国王本人也被这些话煽动起来,于是所有人从酒席上跃起,并下令举行向狄奥尼索斯致敬的祝捷狂欢游行。
§17.72.5ταχὺ δὲ πλήθους λαμπάδων ἀθροισθέντος καὶ γυναικῶν μουσουργῶν εἰς τὸν πότον παρειλημμένων μετʼ ᾠδῆς καὶ αὐλῶν καὶ συρίγγων προῆγεν ὁ βασιλεὺς ἐπὶ τὸν κῶμον, καθηγουμένης τῆς πράξεως Θαΐδος τῆς ἑταίρας.
很快,火把聚集了许多,那些伴随着歌声、笛声和排箫声被请进宴会的女性乐伎也一同随行,在妓女泰伊丝先导这一行动下,国王率领狂欢队伍前行。
§17.72.6αὕτη δὲ μετὰ τὸν βασιλέα πρώτη τὴν δᾷδα καιομένην ἠκόντισεν εἰς τὰ βασίλεια·
紧随国王之后,她第一个将燃烧的火把掷入王宫。
καὶ τῶν ἄλλων ταὐτὰ πραξάντων ταχὺ πᾶς ὁ περὶ τὰ βασίλεια τόπος κατεφλέχθη διὰ τὸ μέγεθος τῆς φλογὸς καὶ τὸ πάντων παραδοξότατον, τὸ Ξέρξου τοῦ Περσῶν βασιλέως γενόμενον ἀσέβημα περὶ τὴν ἀκρόπολιν τῶν Ἀθηναίων μία γυνὴ πολῖτις τῶν ἀδικηθέντων ἐν παιδιᾷ πολλοῖς ὕστερον ἔτεσι μετῆλθε τοῖς αὐτοῖς πάθεσιν.
由于其他人也跟着这么做,很快整座王宫周围的地方都因烈火之巨而被付之一炬。 最不可思议的是,昔日波斯王薛西斯对雅典卫城所犯下的亵渎罪行,在许多年之后,竟由受害者城邦的一位女公民,在游戏戏谑之中以同样的灾难予以了报复。

词汇与语法注释

  1. §17.72.2εἶπεν κάλλιστον ... ἔσεσθαι — 带不定式的宾格结构(间接引语),不定式 `ἔσεσθαι` 的逻辑主语是省略的单数中性代词,指代后文条件从句 `ἐὰν κωμάσας...` 所描述的整套行动。`κάλλιστον` 为其谓语性补足语。
  2. §17.72.3ἄγειν — 现在时不定式,在此处作不及物动词用,意为“前进、出发”。它作为间接引语的不定式依附于 `ἀνεβόησε`,或在实际效果上作为表示命令的不定式(命令性不定式)使用。
  3. §17.72.6τὸ Ξέρξου ... ἀσέβημα ... μετῆλθε — 动词 `μετῆλθε`(`μετέρχομαι`“报复”的第一不定过去时)的直接宾语是前置的名词短语 `τὸ ... γενόμενον ἀσέβημα`(所犯下的亵渎罪行)。句首的 `τὸ πάντων παραδοξότατον` 作为同格成分(句子同位语),对整件事态进行了评价。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.72.1-17.72.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.72.1-17.72.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。