§17.73.1Ἀλέξανδρος δὲ ἀπὸ τούτων γενόμενος τὰς κατὰ τὴν Περσίδα πόλεις ἐπῆλθεν καὶ τὰς μὲν βίᾳ χειρωσάμενος, τὰς δὲ διὰ τὴν ἰδίαν ἐπιείκειαν προσαγόμενος ἀνέζευξεν ἐπὶ τὸν Δαρεῖον.
亚历山大在结束了这些事情后,向波斯各城市进军,他用武力征服了一些城市,又以自己的宽大招降了另一些城市,随后便拔营向大流士进发。
§17.73.2οὗτος δʼ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ Βάκτρων σατράπου κατὰ τὴν ἀναχώρησιν συλληφθεὶς ἐδολοφονήθη.
后者曾企图集结来自巴克特里亚和其他行省的军队,但因遭到紧迫追击而情势逼仄,在与三万名波斯人及希腊雇佣兵一同向巴克特里亚逃亡的途中,他在撤退时被巴克特里亚总督贝苏斯逮捕并暗杀。
§17.73.3ἄρτι δʼ αὐτοῦ τετελευτηκότος Ἀλέξανδρος μετὰ τῶν ἱππέων ἐπιδιώκων καὶ τὸν Δαρεῖον τετελευτηκότα καταλαβὼν τῆς βασιλικῆς ταφῆς ἠξίωσεν.
在大流士刚刚死去时,率领骑兵追击而来的亚历山大赶到,发现大流士已经身亡,便给予他符合国王身份的葬礼。
§17.73.4ὡς δʼ ἔνιοι γεγράφασιν, ἔμπνουν ἔτι καταλαβὼν τοῖς μὲν ἀτυχήμασιν αὐτοῦ συνήλγησε, παρακληθεὶς δὲ ὑπὸ τοῦ Δαρείου μετελθεῖν τὸν φόνον καὶ καθομολογήσας ἐδίωξε τὸν Βῆσσον.
但正如一些历史学家所写的那样,亚历山大发现大流士时其尚有一息存留,便对他的不幸深表哀悼;大流士请求他惩办凶手,亚历山大应允后便去追击贝苏斯。
ἐκείνου δὲ πολὺ προειληφότος καὶ συμφυγόντος εἰς τὴν Βακτριανὴν ἐπανῆλθεν ἀπογνοὺς τὸν τῶν πολεμίων διωγμόν.
然而,由于后者早已遥遥领先并逃入了巴克特里亚,亚历山大放弃了对敌人的追击而返回。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
至此,亚洲的事情便处于这种状态。
§17.73.5κατὰ δὲ τὴν Εὐρώπην Λακεδαιμόνιοι μὲν ἐπταικότες μεγάλῃ παρατάξει διὰ τὴν συμφορὰν ἠναγκάσθησαν διαπρεσβεύεσθαι πρὸς Ἀντίπατρον·
另一方面,在欧洲,拉栖代梦人在一场大规模会战中遭遇惨败,由于这场灾难,他们不得不遣使向安提帕特求和。
ἐκείνου δὲ ἐπὶ τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον τὴν ἀπόκρισιν ἀποστείλαντος οἱ μὲν σύνεδροι συνήχθησαν εἰς Κόρινθον καὶ πολλῶν ῥηθέντων λόγων πρὸς ἑκάτερον μέρος ἔδοξεν αὐτοῖς ἀκέραιον τὴν κρίσιν ἐπὶ τὸν Ἀλέξανδρον ἀναπέμψαι.
但由于安提帕特将答复之事移交给希腊人的共同议会,议员们便聚集在哥林多,在双方进行了诸多辩论后,他们决定将这一裁决未作决断地呈送给亚历山大。
§17.73.6ὁ μὲν οὖν Ἀντίπατρος ὁμήρους ἔλαβε τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν πεντήκοντα, οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις ἐξέπεμψαν εἰς τὴν Ἀσίαν,ἀξιοῦντες αὑτοῖς δοῦναι συγγνώμην ἐπὶ τοῖς ἠγνοημένοις.
于是,安提帕特索取了五十名最显贵的斯巴达人作为人质,而拉栖代梦人则派遣使者前往亚洲,请求宽恕他们因无知而犯下的过错。