§17.71.1ὁ δὲ Ἀλέξανδρος παρελθὼν εἰς τὴν ἄκραν παρέλαβε τοὺς ἐν αὐτῇ θησαυρούς.
亚历山大进入城塞,接收了其中的宝藏。
οὗτοι δέ, ἀπὸ Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος μέχρι τῶν ὑποκειμένων καιρῶν ἠθροισμένων τῶν προσόδων, ἔγεμον ἀργυρίου τε καὶ χρυσίου· εὑρέθησαν γὰρ ἐν αὐτοῖς δώδεκα μυριάδες ταλάντων, εἰς ἀργυρίου λόγον αγομένου τοῦ χρυσίου.
这些宝藏因自首位统治波斯的居鲁士起直至当前时期所累积的税收,而装满了金银;因为在其中发现了十二万塔兰特,其中黄金被折合为白银计算。
§17.71.2βουλόμενος δὲ τῶν χρημάτων ἃ μὲν μεθʼ ἑαυτοῦ κομίζειν πρὸς τὰς εἰς τὸν πόλεμον χρείας, ἃ δʼ εἰς Σοῦσα καταθέσθαι καὶ φυλάττειν ἐν ταύτῃ τῇ πόλει μετεπέμψατο ἐκ Βαβυλῶνος καὶ Μεσοποταμίας, ἔτι δʼ ἐκ Σούσων ἡμιόνων πλῆθος, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ ζευγιτῶν, πρὸς δὲ τούτοις καμήλους ἀχθοφόρους τρισχιλίας καὶ διὰ τούτων πάντα ἀπεκόμισεν εἰς τοὺς προκριθέντας τόπους· §17.71.3σφόδρα γὰρ ἀλλοτρίως ἔχων πρὸς τοὺς ἐγχωρίους ἠπίστει τε αὐτοῖς καὶ τὴν Περσέπολιν εἰς τέλος ἔσπευδε καταφθεῖραι.
他希望将这些财宝中的一部分带在身边以备战争之需,而将另一部分存放在苏萨并在该城予以保管,于是他从巴比伦、美索不达米亚以及苏萨调集了大量的骡子——有的是驮运动物,有的是挽运动物——此外还有三千头驮运货物的骆驼,并通过它们将所有财宝运往选定的地点;因为他对当地居民怀有极大的敌意,不信任他们,并急于彻底摧毁波斯波利斯。
οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν περὶ τῶν ἐν ταύτῃ τῇ πόλει βασιλείων διὰ τὴν πολυτέλειαν τῆς κατασκευῆς βραχέα διελθεῖν.
我们也认为,由于该城王宫建筑的奢华,简要地叙述一下它并非不合时宜。
§17.71.4οὔσης γὰρ ἄκρας ἀξιολόγου περιείληφεν αὐτὴν τριπλοῦν τεῖχος, οὗ τὸ μὲν πρῶτον ἀναλήμματι πολυδαπάνῳ κατεσκεύαστο καὶ τὸ ὕψος εἶχε πηχῶν ἑκκαίδεκα ἐπάλξεσι κεκοσμημένον, §17.71.5τὸ δὲ δεύτερον τὴν μὲν ἄλλην κατασκευὴν ὁμοίαν ἔχει τῷ προειρημένῳ, τὸ δʼ ὕψος διπλάσιον.
因为这是一座值得瞩目的城塞,三重城墙将其包围,其中第一重城墙是用造价昂贵的护墙建成的,高度为十六肘,并饰有雉堞;第二重城墙在其他构造上与前述相似,但高度是其两倍。
ὁ δὲ τρίτος περίβολος τῷ σχήματι μέν ἐστι τετράπλευρος, τὸ δὲ τούτου τεῖχος ὕψος ἔχει πηχῶν ἑξήκοντα, λίθῳ σκληρῷ καὶ πρὸς διαμονὴν αἰωνίαν εὖ πεφυκότι κατεσκευασμένον.
第三重外墙在形状上是四边形,其墙高六十肘,由坚硬且极适于永久保存的石材建造而成。
§17.71.6ἑκάστη δὲ τῶν πλευρῶν ἔχει πύλας χαλκᾶς καὶ παρʼ αὐτὰς σταυροὺς χαλκοῦς εἰκοσιπήχεις, οὓς μὲν πρὸς τὴν ἐκ τῆς θέας κατάπληξιν, ἃς δὲ πρὸς ἀσφάλειαν ἡρμοσμένας.
每一侧都有青铜的大门,在大门旁立着二十肘高的青铜柱,有的设计是为了让人在视觉上产生震撼,有的则是为了安全防御。
§17.71.7ἐν δὲ τῷ πρὸς ἀνατολὰς μέρει τῆς ἄκρας τέτταρα πλέθρα διεστηκὸς ὄρος ἐστὶν τὸ καλούμενον βασιλικόν, ἐν ᾧ τῶν βασιλέων ὑπῆρχον οἱ τάφοι.
在城塞的东部,相距四个普勒特隆处有一座被称为“皇家之山”的山丘,其中有历代国王的陵墓。
πέτρα γὰρ ἦν κατεξαμμένη καὶ κατὰ μέσον οἴκους ἔχουσα πλείονας, ἐν οἷς σηκοὶ τῶν τετελευτηκότων ὑπῆρχον, πρόσβασιν μὲν οὐδεμίαν ἔχοντες χειροποίητον, ὑπὸ ὀργάνων δέ τινων χειροποιήτων ἐξαιρομένων τῶν νεκρῶν δεχόμενοι τὰς ταφάς.
因为那是一处被开凿出来的岩壁,中部有若干个洞室,其中是已故国王的陵墓,这些洞室没有任何人工修筑的通道,而是通过某些人工机械将尸体吊起,从而接纳葬礼。
§17.71.8κατὰ δὲ τὴν ἄκραν ταύτην ἦσαν καταλύσεις βασιλικαὶ καὶ στρατηγικαὶ πλείους πολυτελεῖς ταῖς κατασκευαῖς καὶ θησαυροὶ πρὸς τὴν τῶν χρημάτων παραφυλακὴν εὐθέτως κατεσκευασμένοι.
在这座城塞之中,有许多建筑奢华的皇家与将领居所,以及为了保管财物而建造得十分便利的宝库。