§17.72.1ὁ δʼ Ἀλέξανδρος ἐπινίκια τῶν κατορθωμάτων ἐπιτελῶν θυσίας τε μεγαλοπρεπεῖς τοῖς θεοῖς συνετέλεσεν καὶ τῶν φίλων λαμπρὰς ἑστιάσεις ἐποιήσατο.
アレクサンドロスは、これらの偉業の祝勝として、神々に対して豪華な犠牲を執り行い、友人たちのために華やかな宴を開いた。
καὶ δή ποτε τῶν ἑταίρων εὐωχουμένων καὶ τοῦ μὲν πότου προβαίνοντος, τῆς δὲ μέθης προϊούσης κατέσχε λύσσα ἐπὶ πολὺ τὰς ψυχὰς τῶν οἰνωμένων.
そして、仲間たちが宴を楽しんでおり、酒盛りが進んで酔いが深まってきたとき、まさに狂気が酔った者たちの心を大いに捉えた。
§17.72.2ὅτε δὴ καὶ μία τῶν παρουσῶν γυναικῶν, ὄνομα μὲν Θαΐς, Ἀττικὴ δὲ τὸ γένος, εἶπεν κάλλιστον Ἀλεξάνδρῳ τῶν κατὰ τὴν Ἀσίαν πεπραγμένων ἔσεσθαι, ἐὰν κωμάσας μετʼ αὐτῶν ἐμπρήσῃ τὰ βασίλεια καὶ τὰ Περσῶν περιβόητα γυναικῶν χεῖρες ἐν βραχεῖ καιρῷ ποιήσωσιν ἄφαντα.
まさにその時、同席していた女性の一人で、名はタイス、アッティカ出身の者が、もし彼が彼女たちと共に祝宴の列をなして進み、王宮に火を放ち、ペルシア人の名高き宮殿を女性の手で瞬く間に消し去ってしまえば、アジアでの彼の事績の中で最も素晴らしいものとなるだろうと言った。
§17.72.3τούτων δὲ ῥηθέντων εἰς ἄνδρας νέους καὶ διὰ τὴν μέθην ἀλόγως μετεωριζομένους, ὡς εἰκός, ἄγειν τις ἀνεβόησε καὶ δᾷδας ἅπτειν καὶ τὴν εἰς τὰ τῶν Ἑλλήνων ἱερὰ παρανομίαν ἀμύνασθαι παρεκελεύετο.
これらの言葉が、若い男たち、そして酔いのために理性を失ってひどく興奮している男たちに向けて語られたとき、当然のことながら、ある者が「進め! 」と叫び、たいまつを灯して、ギリシア人の神殿に対する不法行為への復讐をするよう促した。
§17.72.4συνεπευφημούντων δὲ καὶ ἄλλων καὶ λεγόντων μόνῳ τὴν πρᾶξιν ταύτην προσήκειν Ἀλεξάνδρῳ καὶ τοῦ βασιλέως συνεξαρθέντος τοῖς λόγοις πάντες ἀνεπήδησαν ἐκ τοῦ πότου καὶ τὸν ἐπινίκιον κῶμον ἄγειν Διονύσῳ παρήγγειλαν.
他の者たちも賛同して歓声を上げ、この行為はアレクサンドロスだけにふさわしいと言い、王自身もこれらの言葉によってともに興奮させられたので、全員が酒席から立ち上がり、ディオニュソスのために祝勝の宴列を導くよう命じた。
§17.72.5ταχὺ δὲ πλήθους λαμπάδων ἀθροισθέντος καὶ γυναικῶν μουσουργῶν εἰς τὸν πότον παρειλημμένων μετʼ ᾠδῆς καὶ αὐλῶν καὶ συρίγγων προῆγεν ὁ βασιλεὺς ἐπὶ τὸν κῶμον, καθηγουμένης τῆς πράξεως Θαΐδος τῆς ἑταίρας.
速やかに、多数のたいまつが集められ、歌やアウロス、パンパイプを伴って宴席に招き入れられていた女性の音楽家たちとともに、遊女タイスがその行為を先導する中で、王が宴列を率いて進んだ。
§17.72.6αὕτη δὲ μετὰ τὸν βασιλέα πρώτη τὴν δᾷδα καιομένην ἠκόντισεν εἰς τὰ βασίλεια· καὶ τῶν ἄλλων ταὐτὰ πραξάντων ταχὺ πᾶς ὁ περὶ τὰ βασίλεια τόπος κατεφλέχθη διὰ τὸ μέγεθος τῆς φλογὸς καὶ τὸ πάντων παραδοξότατον, τὸ Ξέρξου τοῦ Περσῶν βασιλέως γενόμενον ἀσέβημα περὶ τὴν ἀκρόπολιν τῶν Ἀθηναίων μία γυνὴ πολῖτις τῶν ἀδικηθέντων ἐν παιδιᾷ πολλοῖς ὕστερον ἔτεσι μετῆλθε τοῖς αὐτοῖς πάθεσιν.
彼女は王に次いで最初に、火のついたたいまつを王宮へと投げ入れ、他の者たちも同じことを行ったので、炎の大きさによって、王宮の周りのすべての場所が速やかに焼き尽くされた。 そしてすべての中で最も驚くべきことに、ペルシア王クセルクセスによってアテナイのアクロポリスに対してなされた不敬な行為を、不当な扱いを受けた人々の一市民である一人の女性が、何年も後になって、戯れの中で同じ災厄によって復讐したのである。