§17.70.1τὴν δὲ Περσέπολιν, μητρόπολιν οὖσαν τῆς Περσῶν βασιλείας, ἀπέδειξε τοῖς Μακεδόσι πολεμιωτάτην τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ τοῖς στρατιώταις ἔδωκεν εἰς διαρπαγὴν χωρὶς τῶν βασιλείων.
亚历山大向马其顿人宣布,作为波斯王国首都的波斯波利斯是亚洲城市中最具敌意的一座,并除了王宫之外,将该城交由士兵们任意掠夺。
§17.70.2πλουσιωτάτης δʼ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας.
由于此城是普天下最富庶的地方,且普通百姓的家宅多年来也塞满了各种财富,马其顿人便冲入其中,将所有男子尽数杀戮,并掠夺家财,这些家财对平民百姓而言数量巨大,且充斥着各种陈设与装饰品。
§17.70.3ἔνθα δὴ πολὺς μὲν ἄργυρος διεφορεῖτο, οὐκ ὀλίγος δὲ χρυσὸς διηρπάζετο, πολλαὶ δὲ καὶ πολυτελεῖς ἐσθῆτες, αἱ μὲν θαλασσίαις πορφύραις, αἱ δὲ χρυσοῖς ἐνυφάσμασι πεποικιλμέναι, τοῖς κρατοῦσιν ἔπαθλα καθίσταντο.
在那里,大量的白银被运走,不少的黄金被掠夺,许多昂贵的衣物——有的以海紫着色,有的以金线绣花——成为了胜利者的战利品。
τὰ δὲ μεγάλα καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην περιβόητα βασίλεια πρὸς ὕβριν καὶ παντελῆ φθορὰν ἀπεδέδεικτο.
而那座宏伟且名震天下的王宫,则被肆意践踏并遭到了彻底的毁灭。
§17.70.4οἱ δὲ Μακεδόνες ἐνημερεύσαντες ταῖς ἁρπαγαῖς τὴν ἄπληστον τοῦ πλείονος ἐπιθυμίαν οὐκ ἐδύναντο πληρῶσαι.
然而,马其顿人虽然终日沉溺于抢掠之中,却仍无法满足他们对更多财物的贪得无厌的欲望。
§17.70.5τοσαύτη γὰρ ἦν τῆς πλεονεξίας ὑπερβολὴ κατὰ τὰς τούτων ἁρπαγὰς ὥστε καὶ πρὸς ἀλλήλους διαμάχεσθαι καὶ πολλοὺς ἀναιρεῖν τῶν τὰ πολλὰ τῆς ἁρπαγῆς ἐξιδιοποιουμένων· τινὲς δὲ τὰ πολυτελέστατα τῶν εὑρισκομένων τοῖς ξίφεσι διακόπτοντες τὰς ἰδίας ἀπεκόμιζον μερίδας, ἔνιοι δὲ τὰς τῶν ἐπιβαλλόντων τοῖς ἀμφισβητουμένοις χεῖρας ἀπέκοπτον, συνεκφερόμενοι τοῖς θυμοῖς·
因为在掠夺这些财物时,他们的贪欲是如此过度,以至于他们甚至互相争斗,杀死了许多企图独占大笔赃物的人;有的人用剑将发现的最贵重物品劈开以带走属于自己的那部分,而另一些人则在怒火冲天之下,砍断了那些将手伸向有争议物品之人的双手。
§17.70.6τὰς δὲ γυναῖκας σὺν αὐτοῖς τοῖς κόσμοις πρὸς βίαν ἀπῆγον, τὴν αἰχμαλωσίαν δουλαγωγοῦντες·
他们连同首饰一起强行拉走妇女,将俘虏当作奴隶对待。
ἡ μὲν οὖν Περσέπολις ὅσῳ τῶν ἄλλων πόλεων ὑπερεῖχεν εὐδαιμονίᾳ, τοσοῦτον ὑπερεβάλετο τὰς ἄλλας τοῖς ἀτυχήμασιν.
因此,波斯波利斯过去在繁荣上超越其他城市有多少,如今在不幸中超越其他城市也就有多少。