Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.71.1-17.71.8

ペルセポリスの財宝の搬出と王宮城塞の描写

676 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはペルセポリスの城塞を占領して膨大な財宝を手に入れ、それらを搬出するために多数の家畜を集める。さらに、三重の城壁や王墓を含む城塞の豪華で堅固な構造が描写される。

§17.71.1ὁ δὲ Ἀλέξανδρος παρελθὼν εἰς τὴν ἄκραν παρέλαβε τοὺς ἐν αὐτῇ θησαυρούς.
アレクサンドロスは城塞に入り、その中の財宝を手に入れた。
οὗτοι δέ, ἀπὸ Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος μέχρι τῶν ὑποκειμένων καιρῶν ἠθροισμένων τῶν προσόδων, ἔγεμον ἀργυρίου τε καὶ χρυσίου·
これらは、最初にペルシアを支配したキュロスから現在の時代に至るまで蓄積された歳入により、銀と金で満ちていた。
εὑρέθησαν γὰρ ἐν αὐτοῖς δώδεκα μυριάδες ταλάντων, εἰς ἀργυρίου λόγον αγομένου τοῦ χρυσίου.
というのも、それらの中には十二万タラントンが発見されたからであり、その際金は銀の価値に換算されていた。
§17.71.2βουλόμενος δὲ τῶν χρημάτων ἃ μὲν μεθʼ ἑαυτοῦ κομίζειν πρὸς τὰς εἰς τὸν πόλεμον χρείας, ἃ δʼ εἰς Σοῦσα καταθέσθαι καὶ φυλάττειν ἐν ταύτῃ τῇ πόλει μετεπέμψατο ἐκ Βαβυλῶνος καὶ Μεσοποταμίας, ἔτι δʼ ἐκ Σούσων ἡμιόνων πλῆθος, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ ζευγιτῶν, πρὸς δὲ τούτοις καμήλους ἀχθοφόρους τρισχιλίας καὶ διὰ τούτων πάντα ἀπεκόμισεν εἰς τοὺς προκριθέντας τόπους·
彼は、これらの財宝のうちあるものは戦争の必要のために自らと共に携え、他のものはスサに預けてその都市で保管することを望んだので、バビロンやメソポタミア、さらにスサから、あるものは荷役用、あるものは使役用の、多数のラバを、さらにこれらに加えて三千頭の荷役用ラクダを呼び寄せ、これらによってすべての財宝を選定された場所へと運び去った。
§17.71.3σφόδρα γὰρ ἀλλοτρίως ἔχων πρὸς τοὺς ἐγχωρίους ἠπίστει τε αὐτοῖς καὶ τὴν Περσέπολιν εἰς τέλος ἔσπευδε καταφθεῖραι.
というのも、彼は現地の人々に対して極めて敵対的な態度をとっており、彼らを信用せず、ペルセポリスを完全に破壊することを急いだからである。
οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν περὶ τῶν ἐν ταύτῃ τῇ πόλει βασιλείων διὰ τὴν πολυτέλειαν τῆς κατασκευῆς βραχέα διελθεῖν.
また、私たちは、この都市の王宮について、その構造の豪華さゆえに、簡潔に述べることは不適切ではないと考える。
§17.71.4οὔσης γὰρ ἄκρας ἀξιολόγου περιείληφεν αὐτὴν τριπλοῦν τεῖχος, οὗ τὸ μὲν πρῶτον ἀναλήμματι πολυδαπάνῳ κατεσκεύαστο καὶ τὸ ὕψος εἶχε πηχῶν ἑκκαίδεκα ἐπάλξεσι κεκοσμημένον,
城塞は注目すべきものであるが、三重の城壁がそれを取り囲んでおり、その第一の城壁は多大な費用をかけた擁壁で築かれ、十六ペキュスの高さを持ち、胸壁で飾られていた。
§17.71.5τὸ δὲ δεύτερον τὴν μὲν ἄλλην κατασκευὴν ὁμοίαν ἔχει τῷ προειρημένῳ, τὸ δʼ ὕψος διπλάσιον.
第二の城壁は、その他の点では前述のものと同様の構造を持っていたが、高さは二倍であった。
ὁ δὲ τρίτος περίβολος τῷ σχήματι μέν ἐστι τετράπλευρος, τὸ δὲ τούτου τεῖχος ὕψος ἔχει πηχῶν ἑξήκοντα, λίθῳ σκληρῷ καὶ πρὸς διαμονὴν αἰωνίαν εὖ πεφυκότι κατεσκευασμένον.
第三の囲壁はその形状において四角形であり、その壁の高さは六十ペキュスあって、硬く、永遠に存続するのに適した性質を持つ石で造られていた。
§17.71.6ἑκάστη δὲ τῶν πλευρῶν ἔχει πύλας χαλκᾶς καὶ παρʼ αὐτὰς σταυροὺς χαλκοῦς εἰκοσιπήχεις, οὓς μὲν πρὸς τὴν ἐκ τῆς θέας κατάπληξιν, ἃς δὲ πρὸς ἀσφάλειαν ἡρμοσμένας.
そして、各辺には青銅の門があり、その傍らには二十ペキュスの青銅の柱が立てられており、あるものは見る者を威圧するため、あるものは安全のために適合させられていた。
§17.71.7ἐν δὲ τῷ πρὸς ἀνατολὰς μέρει τῆς ἄκρας τέτταρα πλέθρα διεστηκὸς ὄρος ἐστὶν τὸ καλούμενον βασιλικόν, ἐν ᾧ τῶν βασιλέων ὑπῆρχον οἱ τάφοι.
城塞の東側の部分には、四プレトロン離れて「王の山」と呼ばれる山があり、その中には王たちの墓があった。
πέτρα γὰρ ἦν κατεξαμμένη καὶ κατὰ μέσον οἴκους ἔχουσα πλείονας, ἐν οἷς σηκοὶ τῶν τετελευτηκότων ὑπῆρχον, πρόσβασιν μὲν οὐδεμίαν ἔχοντες χειροποίητον, ὑπὸ ὀργάνων δέ τινων χειροποιήτων ἐξαιρομένων τῶν νεκρῶν δεχόμενοι τὰς ταφάς.
というのも、そこは削られた岩山であり、その中ほどに複数の部屋を持ち、その中に死者たちの棺があったが、それらは手で作られた登り口を一切持たず、何か人工的な装置によって死者が引き上げられて、埋葬を受け入れていたからである。
§17.71.8κατὰ δὲ τὴν ἄκραν ταύτην ἦσαν καταλύσεις βασιλικαὶ καὶ στρατηγικαὶ πλείους πολυτελεῖς ταῖς κατασκευαῖς καὶ θησαυροὶ πρὸς τὴν τῶν χρημάτων παραφυλακὴν εὐθέτως κατεσκευασμένοι.
この城塞に沿って、構造において豪華な、多くの王や将軍たちの宿舎があり、また財宝を保管するために都合よく造られた宝物庫があった。

語釈・文法注

  1. 17.71.1εἰς ἀργυρίου λόγον ἀγομένου τοῦ χρυσίου — `τοῦ χρυσίου`を意味上の主語、受動現在分詞`ἀγομένου`を述語とする属格独立格(genitive absolute)である。`εἰς ... λόγον`は「〜の比率で、〜に換算して」という意味で、ここでは金が銀の価値基準で計算されたことを示している。
  2. 17.71.6οὓς μὲν πρὸς τὴν ἐκ τῆς θέας κατάπληξιν, ἃς δὲ πρὸς ἀσφάλειαν ἡρμοσμένας — `οὓς`(男性複数対格)は前文の `σταυρούς`(男性名詞、「杭・柱」)を指し、`ἃς`(女性複数対格)は `πύλας`(女性名詞、「門」)を指している。完了受動分詞 `ἡρμοσμένας` は文法的には女性複数対格で `ἃς δὲ`(または `πύλας`)に一致しているが、意味上は `οὓς μὲν`(または `σταυρούς`)にも共通の述語部分としてかかっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.71.1-17.71.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.71.1-17.71.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。