Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.69.1-17.69.9

进军波斯波利斯与遭残害的希腊战俘

第 674 段,共 723 段 · 希腊语

内容简介

亚历山大收到提里达特斯的信件并赶往波斯波利斯。途中,他遇到了一大批被前波斯国王残害并驱逐的希腊人,并应他们留在当地的请求,给予了他们丰厚的财政援助、物资和保护。

§17.69.1μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περσέπολιν προάγων κατὰ τὴν ὁδὸν ἐπιστολὴν ἐκομίσατο παρὰ τοῦ κυριεύοντος τῆς πόλεως Τιριδάτου.
随后,在向波斯波利斯进军的途中,他收到了该城掌管者提里达特斯的一封信。
ἐν ταύτῃ δʼ ἦν γεγραμμένον ὅτι ἐὰν παραγενόμενος φθάσῃ τοὺς ἐπιβαλλομένους διατηρῆσαι Δαρείῳ τὴν Περσέπολιν, κύριος ἔσται ταύτης ὑπʼ αὐτοῦ παραδοθείσης.
信中写道,如果他能赶在那些企图为大流士守住波斯波利斯的人之前抵达,在提里达特斯将该城交出后,他便能成为此城的主人。
§17.69.2διόπερ ὁ Ἀλέξανδρος κατὰ σπουδὴν ἦγε τὴν δύναμιν καὶ τὸν Ἀράξην ποταμὸν ζεύξας διεβίβασε τοὺς στρατιώτας.
因此,亚历山大急忙率军前进,在阿拉克塞斯河上架桥,让士兵渡河。
προάγοντος δὲ τοῦ βασιλέως θέαμα παράδοξον καὶ δεινὸν ὤφθη, μισοπονηρίαν μὲν περιέχον κατὰ τῶν πραξάντων, ἔλεον δὲ καὶ συμπάθειαν ἐπιφέρον πρὸς τοὺς ἀνήκεστα πεπονθότας.
随着国王继续前进,一个奇异而可怕的景象呈现在眼前,这既激起了对施暴者(施以暴行者)的憎恨,又对遭受不可挽回苦难的人们带来了同情与怜悯。
§17.69.3ἀπήντησαν γὰρ αὐτῷ μεθʼ ἱκετηριῶν Ἕλληνες ὑπὸ τῶν πρότερον βασιλέων ἀνάστατοι γεγονότες, ὀκτακόσιοι μὲν σχεδὸν τὸν ἀριθμὸν ὄντες, ταῖς δʼ ἡλικίαις οἱ πλεῖστοι μὲν γεγηρακότες, ἠκρωτηριασμένοι δὲ πάντες, οἱ μὲν χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ ὦτα καὶ ῥῖνας·
因为迎面走来并向他哀求的是被先前的国王们驱逐出境的希腊人,人数大约有八百,其中大多数已届暮年,且全部都残缺不全:有的没了双手,有的没了双脚,有的被割去了耳鼻。
§17.69.4τῶν δʼ ἐπιστήμας ἢ τέχνας εἰδότων καὶ ἐν παιδείᾳ προκεκοφότων τὰ μὲν ἄλλα τῶν ἀκρωτηρίων ἀπεκέκοπτο, αὐτὰ δὲ μόνα τὰ συνεργοῦντα πρὸς τὰς ἐπιστήμας ἀπελέλειπτο·
至于那些拥有知识或技艺、受过良好教育的人,其身体的其他末端部位已被切断,仅保留了那些对他们施展技艺有用的部位。
ὥστε πάντας ὁρῶντας τὰ τῆς ἡλικίας ἀξιώματα καὶ τὰς περιεχούσας τὰ σώματα συμφορὰς ἐλεεῖν τὰς τύχας τῶν ἀκληρούντων, μάλιστα δὲ αὐτὸν τὸν Ἀλέξανδρον συμπαθῆ γενέσθαι τοῖς ἠτυχηκόσι καὶ μὴ δύνασθαι κατασχεῖν τὰ δάκρυα.
因此,目睹了他们年龄的尊严以及他们肉体所遭受的灾难的所有人,都对这些不幸者的命运深感怜悯,尤其是亚历山大本人对这些不幸之人产生同情,难以抑制自己的眼泪。
§17.69.5ἀναβοησάντων δὲ ἅμα ἁπάντων καὶ τὸν Ἀλέξανδρον ἀξιούντων ἀμῦναι ταῖς ἰδίαις συμφοραῖς ὁ μὲν βασιλεὺς προσκαλεσάμενος τοὺς προεστηκότας καὶ τῆς αὑτοῦ μεγαλοψυχίας ἀξίως τιμήσας ἐπηγγείλατο πολλὴν πρόνοιαν ποιήσασθαι τῆς ἐπʼ οἶκον ἀνακομιδῆς.
当他们所有人齐声呼喊,恳求亚历山大解救他们的不幸时,国王召见他们的代表,给予符合其宽宏大度的礼遇,并承诺对他们返回故乡予以极大的关照。
§17.69.6οἱ δὲ συνελθόντες καὶ βουλευσάμενοι προέκριναν τὴν αὐτόθι μονὴν τῆς εἰς οἶκον ἀνακομιδῆς.
但他们聚集起来商议后,决定留在当地,而不是返回家乡。
ἀνασωθέντας μὲν γὰρ αὑτοὺς διασπαρήσεσθαι κατʼ ὀλίγους καὶ περιόντας ἐν ταῖς πόλεσιν ἐπονείδιστον ἕξειν τὴν ἐκ τῆς τύχης ἐπήρειαν· μετʼ ἀλλήλων δὲ βιοῦντας, τὴν ὁμοίαν συμφορὰν ἔχοντας, παραμύθιον ἕξειν τῆς ἰδίας ἀκληρίας τὴν τῶν ἄλλων τῆς ἀκληρίας ὁμοιότητα.
因为他们认为,如果他们返回,将会少数人一伙地分散开来,而在各个城市中游荡时,命运给他们带来的摧残将成为被耻笑的把柄;相反,若是彼此共同生活,承受着相似的灾祸,他们就能从他人境遇的相似性中找到对自己不幸的抚慰。
§17.69.7διὸ καὶ πάλιν ἐντυχόντες τῷ βασιλεῖ καὶ τὴν ἰδίαν κρίσιν δηλώσαντες ἐδέοντο πρὸς ταύτην τὴν ὑπόστασιν οἰκείαν παρέχεσθαι βοήθειαν.
因此,他们再次谒见国王,表明了自己的决定,并请求他为这一计划提供适当的帮助。
§17.69.8ὁ δὲ Ἀλέξανδρος συγκαταθέμενος τοῖς δεδογμένοις τρισχιλίας μὲν ἑκάστῳ δραχμὰς ἐδωρήσατο καὶ στολὰς ἀνδρείας πέντε καὶ γυναικείας ἴσας, ζεύγη δὲ βοϊκὰ δύο καὶ πρόβατα πεντήκοντα καὶ πυρῶν μεδίμνους πεντήκοντα· ἐποίησεν δὲ καὶ ἀτελεῖς αὐτοὺς παντὸς βασιλικοῦ φόρου καὶ τοῖς ἐπιστάταις προσέταξε φροντίζειν ὅπως μηδʼ ὑφʼ ἑνὸς ἀδικῶνται.
亚历山大同意了他们的决定,赐予每人三千德拉克马、五套男式服装及等量的女式服装、两对耕牛、五十只羊和五十麦地姆诺的小麦;他还免除了他们的一切皇家税赋,并命令地方长官确保他们不受到任何人的欺侮。
§17.69.9Ἀλέξανδρος μὲν οὖν ἀκολούθως τῇ κατʼ αὐτὸν ἐπιεικείᾳ τοιαύταις εὐεργεσίαις τὰς τῶν ἠτυχηκότων συμφορὰς διωρθώσατο.
如此,亚历山大顺应他一贯的仁慈,通过这些恩施改善了不幸者的悲惨境遇。

词汇与语法注释

  1. §17.69.1ἐὰν παραγενόμενος φθάσῃ τοὺς ἐπιβαλλομένους διατηρῆσαι Δαρείῳ τὴν Περσέπολιν — 动词 φθάνω(“赶在……之前”,后接宾格)通常与分词连用,在此处结构为“比……先抵达(παραγενόμενος)”。不定式 διατηρῆσαι 是修饰名词化分词 τοὺς ἐπιβαλλομένους(“企图……的人”)的补充不定式,表示“企图守住”。
  2. §17.69.4τῶν δʼ ἐπιστήμας ἢ τέχνας εἰδότων καὶ ἐν παιδείᾳ προκεκοφότων — 句首的属格(分词)短语起到了提示主题的“关系属格”(或表示特定群体的“部分属格”)的作用。它与主句的主语 τὰ μὲν ἄλλα τῶν ἀκρωτηρίων(“身体的其他末端部位”)相对照,强调了对拥有特定技能之人的特殊处理方式。
  3. §17.69.6ἀνασωθέντας μὲν γὰρ αὑτοὺς διασπαρήσεσθαι κατʼ ὀλίγους — 这是由前文动词 προέκριναν(“决定/选择”)所引导的间接引语(宾格加不定式结构)。宾格分词 ἀνασωθέντας 作为副词性分词,表示假设条件(“如果他们得以重获安全/返回”),并与将来时被动不定式 διασπαρήσεσθαι 的主代词 αὑτούς(“他们自己”)保持一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.69.1-17.69.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.69.1-17.69.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。