§17.70.1τὴν δὲ Περσέπολιν, μητρόπολιν οὖσαν τῆς Περσῶν βασιλείας, ἀπέδειξε τοῖς Μακεδόσι πολεμιωτάτην τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ τοῖς στρατιώταις ἔδωκεν εἰς διαρπαγὴν χωρὶς τῶν βασιλείων.
アレクサンドロスは、ペルシア王国の首都であるペルセポリスを、マケドニア人たちに対してアジアの都市の中で最も敵対的なものであると宣言し、王宮を除いて兵士たちに略奪のために与えた。
§17.70.2πλουσιωτάτης δʼ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας.
この都市は日の下にあるものの中で最も富んでおり、一般市民の家々も長年にわたってあらゆる種類の富で満ちていたので、マケドニア人たちはなだれ込んで男たちをことごとく殺害し、財産を略奪していった。 その財産は民衆にとって数多く存在し、あらゆる調度品や装飾品で満ちていた。
§17.70.3ἔνθα δὴ πολὺς μὲν ἄργυρος διεφορεῖτο, οὐκ ὀλίγος δὲ χρυσὸς διηρπάζετο, πολλαὶ δὲ καὶ πολυτελεῖς ἐσθῆτες, αἱ μὲν θαλασσίαις πορφύραις, αἱ δὲ χρυσοῖς ἐνυφάσμασι πεποικιλμέναι, τοῖς κρατοῦσιν ἔπαθλα καθίσταντο.
そこでは実に多くの銀が運び去られ、少なくない金が略奪され、また多くの高価な衣服――あるものは貝紫で、あるものは金糸の織物で飾られたもの――が、勝者たちの戦利品となった。
τὰ δὲ μεγάλα καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην περιβόητα βασίλεια πρὸς ὕβριν καὶ παντελῆ φθορὰν ἀπεδέδεικτο.
そして、偉大で、全世界に知れ渡っていた王宮は、蹂躙され完全な破壊にさらされた。
§17.70.4οἱ δὲ Μακεδόνες ἐνημερεύσαντες ταῖς ἁρπαγαῖς τὴν ἄπληστον τοῦ πλείονος ἐπιθυμίαν οὐκ ἐδύναντο πληρῶσαι.
しかし、マケドニア人たちは略奪に丸一日を費やしても、より多くを求める貪欲な欲望を満たすことができなかった。
§17.70.5τοσαύτη γὰρ ἦν τῆς πλεονεξίας ὑπερβολὴ κατὰ τὰς τούτων ἁρπαγὰς ὥστε καὶ πρὸς ἀλλήλους διαμάχεσθαι καὶ πολλοὺς ἀναιρεῖν τῶν τὰ πολλὰ τῆς ἁρπαγῆς ἐξιδιοποιουμένων·
というのも、これら(の財物)の略奪における貪欲さはあまりに度を越していたため、彼らは互いに争い合い、略奪品の大半を独占しようとする者たちを多く殺害するほどであった。
τινὲς δὲ τὰ πολυτελέστατα τῶν εὑρισκομένων τοῖς ξίφεσι διακόπτοντες τὰς ἰδίας ἀπεκόμιζον μερίδας, ἔνιοι δὲ τὰς τῶν ἐπιβαλλόντων τοῖς ἀμφισβητουμένοις χεῖρας ἀπέκοπτον, συνεκφερόμενοι τοῖς θυμοῖς·
またある者たちは、見つかった最も高価な品々を剣で切り刻んで自分の分け前として持ち去り、別の者たちは怒りに我を忘れるあまりに、争いの対象となっているものに手を伸ばす者たちの手を切り落とした。
§17.70.6τὰς δὲ γυναῖκας σὺν αὐτοῖς τοῖς κόσμοις πρὸς βίαν ἀπῆγον, τὴν αἰχμαλωσίαν δουλαγωγοῦντες·
彼らは女性たちをその装身具ごと力ずくで連れ去り、捕虜とした人々を奴隷とした。
ἡ μὲν οὖν Περσέπολις ὅσῳ τῶν ἄλλων πόλεων ὑπερεῖχεν εὐδαιμονίᾳ, τοσοῦτον ὑπερεβάλετο τὰς ἄλλας τοῖς ἀτυχήμασιν.
こうして、ペルセポリスは、かつて他の都市を繁栄において凌駕していた分だけ、その不幸において他をはるかに上回ることとなった。