§17.68.1ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν ἐπὶ τὴν Περσίδα καὶ πεμπταῖος ἧκεν ἐπὶ τὰς Σουσιάδας καλουμένας πέτρας.
从那里出发,他向波斯地区进军,于第五天抵达所谓的“苏萨岩壁”。
ταύτας δὲ προκατειληφὼς ἦν ὁ Ἀριοβαρζάνης μετὰ στρατιωτῶν πεζῶν μὲν δισμυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ τριακοσίων.
阿里奥巴尔赞斯已率领二万五千名步兵和三百名骑兵预先占领了此地。
§17.68.2ὁ δὲ βασιλεὺς δόξας τῇ βίᾳ κρατήσειν τῆς πύλης προῆγε διὰ τόπων στενῶν καὶ τραχέων οὐδενὸς παρενοχλοῦντος.
国王以为能凭武力攻克这一关隘,便在无人干扰的情况下,率军穿过狭窄险陡的地区。
οἱ δὲ βάρβαροι μέχρι μέν τινος εἴων αὐτὸν διαπορεύεσθαι τὰς παρόδους, ἐπεὶ δὲ εἰς μέσας τὰς δυσχωρίας ἧκον, ἄφνω τὴν ἐπίθεσιν ἐποιοῦντο καὶ πολλοὺς μὲν ἁμαξιαίους λίθους ἐπεκύλιον, οἳ προσπίπτοντες ἄφνω τοῖς Μακεδόσιν ἀθρόοις πολλοὺς διέφθειρον, οὐκ ὀλίγοι δʼ ἀπὸ τῶν κρημνῶν ἀκοντίζοντες εἰς πεπυκνωμένους οὐκ ἀπετύγχανον τῶν σκοπῶν· ἄλλοι δʼ ἐκ χειρὸς τοῖς λίθοις βάλλοντες τοὺς βιαζομένους τῶν Μακεδόνων ἀνέστελλον.
蛮族人起初在一定程度上听任他通过这些通道,但当他们来到最险恶的地势中部时,突然发起攻击,滚下许多如车轮般巨大的石块,这些石块突然撞向密集的马其顿士兵,砸死了许多人,同时有不少人从断崖上向密集的敌军投掷标枪,弹无虚发;其他人则用手投掷石块,阻击那些企图强行通过的马其顿人。
πολλὰ δʼ αὐτοῖς τῆς δυσχωρίας συνεργούσης ἐπλεονέκτουν καὶ συχνοὺς μὲν ἀπέκτεννον, οὐκ ὀλίγους δὲ κατετίτρωσκον.
由于险要的地形极大地协助了他们,他们占尽优势,杀死了许多人,也伤了不少人。
§17.68.3ὁ δʼ Ἀλέξανδρος τῇ δεινότητι τοῦ πάθους ἀδυνατῶν βοηθεῖν καὶ θεωρῶν μηδένα τῶν πολεμίων μήτε τεθνηκότα μήτε ὅλως τετρωμένον, τῶν δὲ ἰδίων ἀπολωλότας μὲν πολλούς, κατατετρωμένους δὲ σχεδὸν ἅπαντας τοὺς προσβάλλοντας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης.
面对如此惨状,亚历山大无能为力,他看到敌军无一人死亡,甚至完全没有人受伤,而自己的人却死伤惨重,几乎所有发起进攻的人都负了伤,于是他拉响号角,召回士兵退兵。
§17.68.4ἀναχωρήσας δὲ ἀπὸ τῶν παρόδων σταδίους τριακοσίους κατεστρατοπέδευσε καὶ παρὰ τῶν ἐγχωρίων ἐπυνθάνετο μή τις ἑτέρα ἐστὶ διεκβολή.
他退离通道三百斯塔德并安营扎寨,向当地人询问是否还有其他通路。
πάντων δʼ ἀποφαινομένων δίοδον μὲν μηδεμίαν ἄλλην ὑπάρχειν, περίοδον δὲ εἶναι πολλῶν ἡμερῶν αἰσχρὸν εἶναι νομίσας ἀτάφους ἀπολιπεῖν τοὺς τετελευτηκότας καὶ τὴν αἴτησιν τῶν νεκρῶν οὖσαν ὁρῶν ἀσχήμονα καὶ περιέχουσαν ἥττης ὁμολόγησιν προσέταξεν ἀναγαγεῖν ἅπαντας τοὺς αἰχμαλώτους.
当所有人都表示没有其他通道,只有需要多日路程的绕行路线时,他认为抛下死者不加埋葬是可耻的,又看到请求归还尸体有失体面且意味着承认失败,于是命令将所有俘虏带上来。
§17.68.5ἐν δὲ τούτοις ἧκεν ὑπαγόμενος ἀνὴρ δίγλωττος, εἰδὼς τὴν Περσικὴν διάλεκτον·
在这些人中,有一个懂波斯语、会双语的人被带了上来。
οὗτος δὲ ἑαυτὸν ἀπεφαίνετο Λύκιον μὲν εἶναι τὸ γένος, αἰχμάλωτον δὲ γενόμενον ποιμαίνειν κατὰ τὴν ὑποκειμένην ὀρεινὴν ἔτη πλείω· διʼ ἣν αἰτίαν ἔμπειρον γενέσθαι τῆς χώρας καὶ δύνασθαι τὴν δύναμιν ἀγαγεῖν διὰ τῆς καταδένδρου καὶ κατόπιν ποιῆσαι τῶν τηρούντων τὰς παρόδους.
这人声称自己是吕基亚人,在被俘后,在眼前的山地里放牧多年;因此,他熟悉了该地区,能够带领军队穿过林木茂密的地带,并绕到防守通道的敌军背后。
§17.68.6ὁ δὲ βασιλεὺς μεγάλαις δωρεαῖς τιμήσειν ἐπαγγειλάμενος τὸν ἄνδρα τούτου καθηγουμένου διῆλθεν ἐπιπόνως τὴν ὀρεινὴν νυκτὸς πολλὴν μὲν πατήσας χιόνα, πᾶσαν δὲ κρημνώδη χώραν περάσας, χαράδραις βαθείαις καὶ πολλαῖς φάραγξι διειλημμένην.
国王许诺赏赐他丰厚的礼物,在他的引导下,于夜间艰难地穿过了山地,踏过厚厚的积雪,走过了整片布满深谷和众多裂隙的险峻断崖地带。
§17.68.7ἐπιφανεὶς δὲ ταῖς προφυλακαῖς τῶν πολεμίων τοὺς μὲν πρώτους κατέκοψε, τοὺς δʼ ἐπὶ τῆς δευτέρας φυλακῆς τεταγμένους ἐζώγρησε, τοὺς δὲ τρίτους τρεψάμενος ἐκράτησε τῶν παρόδων καὶ τοὺς πλείστους τῶν περὶ τὸν Ἀριοβαρζάνην ἀπέκτεινε.
突然出现在敌军的前哨阵地后,他斩杀了第一道防线的守军,生擒了部署在第二道防线的守军,击溃了第三道防线的守军,占领了通道,并杀死了阿里奥巴尔赞斯的大部分部下。