§17.68.1ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν ἐπὶ τὴν Περσίδα καὶ πεμπταῖος ἧκεν ἐπὶ τὰς Σουσιάδας καλουμένας πέτρας.
そこから出発した彼はペルシア地方へと進み、五日目にいわゆる「スシアンの岩壁」に到着した。
ταύτας δὲ προκατειληφὼς ἦν ὁ Ἀριοβαρζάνης μετὰ στρατιωτῶν πεζῶν μὲν δισμυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ τριακοσίων.
ここを、アリオバルザネスが二万五千人の歩兵と三百人の騎兵を率いてあらかじめ占拠していた。
§17.68.2ὁ δὲ βασιλεὺς δόξας τῇ βίᾳ κρατήσειν τῆς πύλης προῆγε διὰ τόπων στενῶν καὶ τραχέων οὐδενὸς παρενοχλοῦντος.
王は力尽くでこの関門を突破できると考え、誰も妨害してこない中、狭く険しい地帯を通って進んだ。
οἱ δὲ βάρβαροι μέχρι μέν τινος εἴων αὐτὸν διαπορεύεσθαι τὰς παρόδους, ἐπεὶ δὲ εἰς μέσας τὰς δυσχωρίας ἧκον, ἄφνω τὴν ἐπίθεσιν ἐποιοῦντο καὶ πολλοὺς μὲν ἁμαξιαίους λίθους ἐπεκύλιον, οἳ προσπίπτοντες ἄφνω τοῖς Μακεδόσιν ἀθρόοις πολλοὺς διέφθειρον, οὐκ ὀλίγοι δʼ ἀπὸ τῶν κρημνῶν ἀκοντίζοντες εἰς πεπυκνωμένους οὐκ ἀπετύγχανον τῶν σκοπῶν·
異民族たちはある程度までは彼らが通路を通行するのを許していたが、彼らが最も困難な地形の真っ只中に達した時、突如攻撃を仕掛け、荷車ほどの大きさの多くの石を転がし落とした。 これらは密集したマケドニア兵たちに突然衝突して多くの者を打ち砕き、また少なからぬ者が崖の上から密集した敵に向けて槍を投げ、標的を外すことがなかった。
ἄλλοι δʼ ἐκ χειρὸς τοῖς λίθοις βάλλοντες τοὺς βιαζομένους τῶν Μακεδόνων ἀνέστελλον.
他の者たちは手で石を投げつけて、強行突破しようとするマケドニア兵たちを阻止した。
πολλὰ δʼ αὐτοῖς τῆς δυσχωρίας συνεργούσης ἐπλεονέκτουν καὶ συχνοὺς μὲν ἀπέκτεννον, οὐκ ὀλίγους δὲ κατετίτρωσκον.
険しい地形が彼らに大いに味方したため、彼らは圧倒的優位に立ち、多くの者を殺害し、少なからぬ者を負傷させた。
§17.68.3ὁ δʼ Ἀλέξανδρος τῇ δεινότητι τοῦ πάθους ἀδυνατῶν βοηθεῖν καὶ θεωρῶν μηδένα τῶν πολεμίων μήτε τεθνηκότα μήτε ὅλως τετρωμένον, τῶν δὲ ἰδίων ἀπολωλότας μὲν πολλούς, κατατετρωμένους δὲ σχεδὸν ἅπαντας τοὺς προσβάλλοντας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης.
アレクサンドロスはこの惨状に手の施しようがなく、敵は一人も死んでおらず、全く負傷すらしていない一方で、味方は多くの者が命を落とし、攻撃を加えた者のほぼ全員が傷を負っているのを見て、ラッパによって兵士たちを戦闘から退却させた。
§17.68.4ἀναχωρήσας δὲ ἀπὸ τῶν παρόδων σταδίους τριακοσίους κατεστρατοπέδευσε καὶ παρὰ τῶν ἐγχωρίων ἐπυνθάνετο μή τις ἑτέρα ἐστὶ διεκβολή.
通路から三百スタディオン退却して陣を敷くと、彼は地元の人々に、他に抜け道がないかを尋ねた。
πάντων δʼ ἀποφαινομένων δίοδον μὲν μηδεμίαν ἄλλην ὑπάρχειν, περίοδον δὲ εἶναι πολλῶν ἡμερῶν αἰσχρὸν εἶναι νομίσας ἀτάφους ἀπολιπεῖν τοὺς τετελευτηκότας καὶ τὴν αἴτησιν τῶν νεκρῶν οὖσαν ὁρῶν ἀσχήμονα καὶ περιέχουσαν ἥττης ὁμολόγησιν προσέταξεν ἀναγαγεῖν ἅπαντας τοὺς αἰχμαλώτους.
全員が、他の通路は一切存在せず、迂回路を行くには多くの日数がかかると答えたが、彼は死者たちを埋葬せずに残すのは不名誉なことだと考え、また死者の引き渡しを要求することは見苦しく、敗北を認めることを意味するのを見て、捕虜全員を連れてくるように命じた。
§17.68.5ἐν δὲ τούτοις ἧκεν ὑπαγόμενος ἀνὴρ δίγλωττος, εἰδὼς τὴν Περσικὴν διάλεκτον·
このとき、ペルシア語を解する、二言語を話す男が連れてこられた。
οὗτος δὲ ἑαυτὸν ἀπεφαίνετο Λύκιον μὲν εἶναι τὸ γένος, αἰχμάλωτον δὲ γενόμενον ποιμαίνειν κατὰ τὴν ὑποκειμένην ὀρεινὴν ἔτη πλείω·
この男は、生まれはリュキア人であるが、捕虜となってから眼前の山岳地帯で何年もの間羊を飼っていたと述べた。
διʼ ἣν αἰτίαν ἔμπειρον γενέσθαι τῆς χώρας καὶ δύνασθαι τὴν δύναμιν ἀγαγεῖν διὰ τῆς καταδένδρου καὶ κατόπιν ποιῆσαι τῶν τηρούντων τὰς παρόδους.
この理由により、彼はその土地に精通するようになり、木々の生い茂る場所を通って軍勢を案内し、通路を守る者たちの背後に出ることができると主張した。
§17.68.6ὁ δὲ βασιλεὺς μεγάλαις δωρεαῖς τιμήσειν ἐπαγγειλάμενος τὸν ἄνδρα τούτου καθηγουμένου διῆλθεν ἐπιπόνως τὴν ὀρεινὴν νυκτὸς πολλὴν μὲν πατήσας χιόνα, πᾶσαν δὲ κρημνώδη χώραν περάσας, χαράδραις βαθείαις καὶ πολλαῖς φάραγξι διειλημμένην.
王は彼に莫大な恩賞を与えることを約束し、彼を先導として、夜の間に深い雪を踏み分け、深い谷や多くの裂け目に隔てられた、いたる所が崖となった険しい山岳地帯を苦難の末に通り抜けた。
§17.68.7ἐπιφανεὶς δὲ ταῖς προφυλακαῖς τῶν πολεμίων τοὺς μὲν πρώτους κατέκοψε, τοὺς δʼ ἐπὶ τῆς δευτέρας φυλακῆς τεταγμένους ἐζώγρησε, τοὺς δὲ τρίτους τρεψάμενος ἐκράτησε τῶν παρόδων καὶ τοὺς πλείστους τῶν περὶ τὸν Ἀριοβαρζάνην ἀπέκτεινε.
敵の前哨部隊の前に突如現れた彼は、第一の防衛線の者たちを斬り伏せ、第二 of 防衛線に配置された者たちを生け捕りにし、第三の防衛線の者たちを敗走させて通路を占領し、アリオバルザネスの配下の大部分を殺害した。