§17.67.1μετὰ δὲ ταῦτα τὴν μὲν Δαρείου μητέρα καὶ τὰς θυγατέρας καὶ τὸν υἱὸν ἀπέλιπεν ἐν Σούσοις καὶ παρακατέστησε τοὺς διδάξοντας τὴν Ἑλληνικὴν διάλεκτον, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τεταρταῖος ἐπὶ τὸν Τίγριν ποταμὸν ἀφίκετο.
此后,亚历山大将达雷乌斯的母亲、女儿们和儿子留在苏萨,并派人教他们希腊语。 他自己率军出发,于第四天抵达底格里斯河。
§17.67.2ὃς ῥέων ἀπὸ τῆς Οὐξίων ὀρεινῆς τὸ μὲν πρῶτον φέρεται διὰ χώρας τραχείας καὶ χαράδραις μεγάλαις διειλημμένης ἐπὶ σταδίους χιλίους, ἔπειτα διαρρεῖ χώραν πεδιάδα, πραϋνόμενος αἰεὶ μᾶλλον, καὶ διελθὼν σταδίους ἑξακοσίους ἐξίησιν εἰς τὴν κατὰ Πέρσας θάλασσαν.
这条河源自乌克西奥斯人的山地,起初流经地势险峻、被巨大峡谷割裂的地区,长达一千斯塔德,随后流经平原地区,水流愈发平缓,在流经六百斯塔德后,注入波斯海。
§17.67.3διαβὰς δὲ τὸν Τίγριν προῆγεν ἐπὶ τὴν Οὐξίων χώραν,οὖσαν πάμφορον καὶ δαψιλέσιν ὕδασι διαρρεομένην καὶ πολλοὺς καὶ παντοδαποὺς ἐκφέρουσαν καρπούς·
渡过底格里斯河后,他向乌克西奥斯人的土地进军,该地极其肥沃,溪流灌溉充足,出产各种丰富的果实。
διὸ καὶ τῆς ὡρίμου ξηραινομένης ὀπώρας παντοδαπὰ πλάσματα χρήσιμα πρὸς ἀπόλαυσιν οἱ τὸν Τίγριν πλέοντες ἔμποροι κατάγουσιν εἰς τὴν Βαβυλωνίαν.
因此,底格里斯河上的商人们将用熟透的干燥果实制成的各种适于食用的加工品运往巴比伦尼亚。
§17.67.4καταλαβὼν δὲ τὰς παρόδους φυλαττομένας ὑπὸ Μαδέτου, συγγενοῦς μὲν ὄντος Δαρείου, δύναμιν δὲ ἔχοντος ἀξιόλογον, κατεσκέψατο τὴν ὀχυρότητα τῶν τόπων.
在发现通道由达雷乌斯的亲戚马德特斯防守且对方拥有相当规模的军队后,他察看了该地的险要地势。
ἀπαροδεύτων δʼ ὄντων κρημνῶν τῶν ἐγχωρίων τις ἀνήρ, Οὔξιος μὲν τὸ γένος, ἔμπειρος δὲ τῶν τόπων, ἐπηγγείλατο τῷ βασιλεῖ διά τινος στενῆς ἀτραποῦ καὶ παραβόλου ἄξειν τοὺς στρατιώτας, ὥστε ὑπερδεξίους γενέσθαι τῶν πολεμίων.
由于断崖无法通行,一名当地的乌克西奥斯人、熟悉该地地形的男子向国王许诺,他将带士兵们走一条狭窄而险陡的小径,从而能够出现在敌人的上方。
§17.67.5ὁ δʼ Ἀλέξανδρος προσδεξάμενος τοὺς λόγους τούτῳ μὲν συναπέστειλε τοὺς ἱκανοὺς στρατιώτας, αὐτὸς δὲ τὴν δίοδον κατασκευάσας ἐφʼ ὧν ἦν ἐνδεχόμενον ἐκ διαδοχῆς προσέβαλε τοῖς ἐπὶ τῶν παρόδων ἐφεστηκόσιν.
亚历山大采纳了这一建议,派了充足的兵力与他同行,而他自己则在可能的地方修筑通路,轮番向守卫通道的敌军发起进攻。
ἐνεργῶς δὲ τοῦ κινδύνου συνεστῶτος καὶ τῶν βαρβάρων περισπωμένων περὶ τὸν ἀγῶνα παραδόξως οἱ πεμφθέντες ἐφάνησαν ὑπερδέξιοι τοῖς τὴν πάροδον φυλάττουσι.
战斗激烈进行,当蛮族人的注意力被眼前的战斗吸引时,出乎意料的是,被派出的人出现在了守卫通道的敌军上方。
καταπλαγέντων δὲ τῶν βαρβάρων καὶ πρὸς φυγὴν ὁρμησάντων ἐγκρατὴς ἐγένετο τῆς διεξόδου καὶ ταχέως πασῶν τῶν κατὰ τὴν Οὐξιανὴν πόλεων.
蛮族人大惊失色,纷纷逃跑,亚历山大遂占领了该通道,并迅速控制了乌克西亚内地区的所有城市。