Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.55.1-17.55.6

强渡底格里斯河与逼近波斯军

第 660 段,共 723 段 · 希腊语

内容简介

在大流士放弃和议、准备防御并派马扎尤斯驻守的同时,亚历山大强行渡过极其艰难危险的底格里斯河,让军队休整后在波斯军附近安营扎寨。

§17.55.1Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθʼ ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δʼ ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας διʼ ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους· ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων.
大流士听取了答复,放弃了通过谈判达成和解的希望,他日复一日地整顿军队,使其作好在危急时刻服从命令的准备;在友臣之中,他派马扎尤斯率领精选的士兵去监视河流的渡口并预先占领涉渡之处,又派其他人去烧毁敌军必经的地区;因为他认为可以利用河流的急流作为阻挡马其顿人进攻的屏障。
§17.55.2τούτων δʼ ὁ μὲν Μαζαῖος ὁρῶν ἀδιάβατον ὄντα τὸν ποταμὸν διά τε τὸ βάθος καὶ τὴν σφοδρότητα τοῦ ῥεύματος τῆς μὲν τούτου φυλακῆς ἠμέλησε, τοῖς δὲ τὴν χώραν πυρπολοῦσι συνεργήσας καὶ πολλὴν γῆν διαφθείρας ὑπέλαβεν ἄβατον ἔσεσθαι τοῖς πολεμίοις διὰ τὴν σπάνιν τῆς τροφῆς.
在这些人中,马扎尤斯见河流因深度和流速而无法涉渡,便疏于对其防守,反而协助那些焚烧土地的人并摧毁了大片土地,认为由于缺乏粮食,该地对敌军而言将变得无法逾越。
§17.55.3ὁ δʼ Ἀλέξανδρος παραγενόμενος πρὸς τὴν διάβασιν τοῦ Τίγρεως ποταμοῦ καὶ τὸν πόρον ὑπό τινων ἐγχωρίων μαθὼν διεβίβασε τὴν δύναμιν οὐ μόνον ἐπιπόνως, ἀλλὰ καὶ παντελῶς ἐπικινδύνως.
但亚历山大来到底格里斯河的渡口,从一些当地人那里得知了涉渡之处,便率领军队渡河,这不仅极其艰难,而且充满了危险。
§17.55.4τοῦ γὰρ πόρου τὸ μὲν βάθος ἦν ὑπὲρ τῶν μαστῶν, τοῦ δὲ ῥεύματος ἡ ὀξύτης πολλοὺς τῶν διαβαινόντων παρέσυρεν καὶ τὴν βάσιν τῶν σκελῶν παρῃρεῖτο, τό τε ῥεῦμα τοῖς ὅπλοις ἐμπῖπτον πολλούς τε παρέφερε καὶ τοῖς ἐσχάτοις κινδύνοις περιέβαλλεν.
因为涉渡处的深度超过了胸部,急流冲走了许多正在渡河的人,使他们无法站稳;水流冲击着他们的兵器,将许多人卷走,使他们陷入了极度危险之中。
§17.55.5ὁ δʼ Ἀλέξανδρος πρὸς τὴν σφοδρότητα τοῦ ῥεύματος ἀντιμηχανώμενος παρήγγειλε πᾶσι τὰς χεῖρας ἀλλήλοις συμπλέκειν καὶ τὴν ὅλην τῶν σωμάτων πυκνότητα ποιεῖν ζεύγματι παραπλησίαν.
亚历山大为了对抗急流而想出了对策,命令所有人互相挽住手臂,使他们整个身体的紧密程度类似于一座桥梁。
§17.55.6παραβόλου δὲ γενομένης τῆς διαβάσεως καὶ τῶν Μακεδόνων μόγις διασωθέντων τὴν μὲν ἡμέραν ταύτην προσανέλαβε τὴν δύναμιν, τῇ δʼ ὑστεραίᾳ συντεταγμένην ἔχων τὴν στρατιὰν προῆγεν ἐπὶ τοὺς πολεμίους καὶ σύνεγγυς γενόμενος τῶν Περσῶν κατεστρατοπέδευσεν.
渡河变得极其冒险,马其顿人勉强脱险,在这一天里他让军队休整;而在第二天,他率领整顿完毕的军队向敌军进发,在逼近波斯人时安营寨。

词汇与语法注释

  1. 17.55.1ἑτοίμην — 形容词 ἑτοίμην 是作 κατεσκεύαζε 的宾语补足语(宾语为前文的 τὴν δύναμιν),意为“使[军队]对……作好准备”。
  2. 17.55.1προβλήματι — 不定式 χρῆσθαι 支配与格 τῷ ... ῥεύματι,而 προβλήματι 则作谓语性与格,意为“作为屏障”。
  3. 17.55.2ἄβατον ἔσεσθαι — 由 ὑπέλαβεν 引导的带宾格不定式(A.C.I.)结构。不定式 ἔσεσθαι 的逻辑主语(宾格)在句中省略,可理解为承前省略的 τὴν χώραν(土地)。
  4. 17.55.4παρῃρεῖτο — 动词 παρῃρεῖτο(παραιρέω 的未完成过去式中动态)意为“夺去、剥夺”,此处省略了被剥夺的对象(渡河的士兵),意为“夺走了[他们]立足的基础”。
  5. 17.55.5παραπλησίαν — 形容词 παραπλησίαν(宾格阴性单数,修饰 πυκνότητα)支配与格 ζεύγματι,表示“类似于桥梁”。
  6. 17.55.6συντεταγμένην ἔχων — 完美时态被动分词 συντεταγμένην 与 ἔχων 连用,构成迂言表示法或伴随状况,强调军队保持着整顿完毕的状态。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.55.1-17.55.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.55.1-17.55.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。