§17.55.1Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθʼ ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δʼ ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας διʼ ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους·
ダレイオスは回答を聞き、交渉による和解をあきらめると、軍勢を日々整え、危急の際にも速やかに命令に従うよう準備させた。 一方、友人たちの中からマザイオスを選り抜きの兵士たちとともに派遣し、川の渡河を監視させ、その渡渉地をあらかじめ占拠させようとした。 また、敵が通過せねばならない地域を焼き払わせるために他の者たちを派遣した。
ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων.
というのも、マケドニア人の進撃に対して、川の流れを障壁として利用できると考えたからである。
§17.55.2τούτων δʼ ὁ μὲν Μαζαῖος ὁρῶν ἀδιάβατον ὄντα τὸν ποταμὸν διά τε τὸ βάθος καὶ τὴν σφοδρότητα τοῦ ῥεύματος τῆς μὲν τούτου φυλακῆς ἠμέλησε, τοῖς δὲ τὴν χώραν πυρπολοῦσι συνεργήσας καὶ πολλὴν γῆν διαφθείρας ὑπέλαβεν ἄβατον ἔσεσθαι τοῖς πολεμίοις διὰ τὴν σπάνιν τῆς τροφῆς.
これらのうち、マザイオスは、深さと流れの激しさのために川が渡河不能であるのを見て、この防衛を怠り、土地を焼き払っている者たちに協力して多くの土地を荒廃させ、食糧の不足によってその地が敵にとって進入不能になるであろうと考えた。
§17.55.3ὁ δʼ Ἀλέξανδρος παραγενόμενος πρὸς τὴν διάβασιν τοῦ Τίγρεως ποταμοῦ καὶ τὸν πόρον ὑπό τινων ἐγχωρίων μαθὼν διεβίβασε τὴν δύναμιν οὐ μόνον ἐπιπόνως, ἀλλὰ καὶ παντελῶς ἐπικινδύνως.
しかしアレクサンドロスは、チグリス川の渡河地点に到着すると、現地の数人から渡渉地を教えられ、軍勢を渡らせたが、それは困難を極めただけでなく、完全に危険を伴うものであった。
§17.55.4τοῦ γὰρ πόρου τὸ μὲν βάθος ἦν ὑπὲρ τῶν μαστῶν, τοῦ δὲ ῥεύματος ἡ ὀξύτης πολλοὺς τῶν διαβαινόντων παρέσυρεν καὶ τὴν βάσιν τῶν σκελῶν παρῃρεῖτο, τό τε ῥεῦμα τοῖς ὅπλοις ἐμπῖπτον πολλούς τε παρέφερε καὶ τοῖς ἐσχάτοις κινδύνοις περιέβαλλεν.
というのも、渡渉地の深さは胸を越えており、流れの激しさは渡河中の多くの人々を流し去り、足元をすくった。 そして流れは兵器に激しくぶつかって多くの人々を流し、極限の危険に陥れたからである。
§17.55.5ὁ δʼ Ἀλέξανδρος πρὸς τὴν σφοδρότητα τοῦ ῥεύματος ἀντιμηχανώμενος παρήγγειλε πᾶσι τὰς χεῖρας ἀλλήλοις συμπλέκειν καὶ τὴν ὅλην τῶν σωμάτων πυκνότητα ποιεῖν ζεύγματι παραπλησίαν.
そこでアレクサンドロスは、激流に対抗する手段を講じ、全員に互いに腕を組み、体全体の密集度を橋に似たものにするよう命じた。
§17.55.6παραβόλου δὲ γενομένης τῆς διαβάσεως καὶ τῶν Μακεδόνων μόγις διασωθέντων τὴν μὲν ἡμέραν ταύτην προσανέλαβε τὴν δύναμιν, τῇ δʼ ὑστεραίᾳ συντεταγμένην ἔχων τὴν στρατιὰν προῆγεν ἐπὶ τοὺς πολεμίους καὶ σύνεγγυς γενόμενος τῶν Περσῶν κατεστρατοπέδευσεν.
渡河は無謀とも言えるものとなり、マケドニア人たちはかろうじて救われたが、彼はこの日は軍勢を休ませ、翌日には軍隊を整列させた状態で敵に向かって進軍し、ペルシア人の近くに達すると陣を敷いた。