§17.54.1περὶ δὲ διαλύσεως καὶ πρότερον μὲν ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀλέξανδρον, ἐκχωρῶν αὐτῷ τῆς ἐντὸς Ἅλυος ποταμοῦ χώρας, καὶ προσεπηγγέλλετο δώσειν ἀργυρίου τάλαντα δισμύρια.
关于和议,他以前也曾向亚历山大派遣使节,让出哈里斯河以内的土地,并额外承诺给予两万塔兰同的银子。
§17.54.2ὡς δʼ οὐ προσεῖχεν αὐτῷ, πάλιν ἐξέπεμψεν ἄλλους πρέσβεις, ἐπαινῶν μὲν αὐτὸν ἐπὶ τῷ καλῶς κεχρῆσθαι τῇ τε μητρὶ καὶ τοῖς ἄλλοις αἰχμαλώτοις, ἀξιῶν δὲ φίλον γενέσθαι καὶ λαβεῖν τὴν ἐντὸς Εὐφράτου χώραν καὶ τάλαντʼ ἀργυρίου τρισμύρια καὶ τὴν ἑτέραν τῶν ἑαυτοῦ θυγατέρων γυναῖκα, καθόλου δὲ γενόμενον γαμβρὸν καὶ τάξιν υἱοῦ λαβόντα καθάπερ κοινωνὸν γενέσθαι τῆς ὅλης βασιλείας.
但由于亚历山大不理会他,他再次派遣了其他使者,一方面称赞亚历山大妥善对待其母亲和其他俘虏,另一方面请求他成为朋友,并接受幼发拉底河以内的领土、三万塔兰同银子,以及他两个女儿中的一个作为妻子,并且总的来说,让他成为女婿并获得儿子的地位,从而成为整个王国的共同统治者。
§17.54.3ὁ δʼ Ἀλέξανδρος εἰς τὸ συνέδριον παραλαβὼν πάντας τοὺς φίλους καὶ περὶ τῶν προτιθεμένων αἱρέσεων ἀνακοινωσάμενος ἠξίου τὴν ἰδίαν γνώμην ἕκαστον μετὰ παρρησίας ἀποφήνασθαι.
亚历山大将所有友臣召集到会议中,就提出的条件进行商议后,要求每个人畅所欲言地发表自己的意见。
§17.54.4τῶν μὲν οὖν ἄλλων οὐδεὶς ἐτόλμα συμβουλεῦσαι διὰ τὸ μέγεθος τῆς ὑποκειμένης ζητήσεως, Παρμενίων δὲ πρῶτος εἶπεν, ἐγὼ μὲν ὢν Ἀλέξανδρος ἔλαβον ἂν τὰ διδόμενα καὶ τὴν σύνθεσιν ἐποιησάμην.
因此,其他人因所讨论问题的重大而无人敢于提出建议,只有帕曼纽首先发言道:“如果我是亚历山大,我就会接受所给的一切,并达成协议。
§17.54.5ὁ δʼ Ἀλέξανδρος ὑπολαβὼν εἶπεν, κἀγὼ εἰ Παρμενίων ἦν ἔλαβον ἄν.
” 亚历山大接着说:“如果我是帕曼纽,我也会接受。
καθόλου δὲ καὶ ἄλλοις μεγαλοψύχοις λόγοις χρησάμενος καὶ τοὺς μὲν λόγους τῶν Περσῶν ἀποδοκιμάσας, προτιμήσας δὲ τὴν εὐδοξίαν τῶν προτεινομένων δωρεῶν τοῖς μὲν πρέσβεσιν ἀπόκρισιν ἔδωκεν ὡς οὔθʼ ὁ κόσμος δυεῖν ἡλίων ὄντων τηρῆσαι δύναιτʼ ἂν τὴν ἰδίαν διακόσμησίν τε καὶ τάξιν οὔθʼ ἡ οἰκουμένη δύο βασιλέων ἐχόντων τὴν ἡγεμονίαν ἀταράχως καὶ ἀστασιάστως διαμένειν ἂν δύναιτο.
”总的来说,他还使用了其他高尚的言辞,拒绝了波斯人的提议,比起所提供的礼物更看重荣耀,并给使者们答复说,正如宇宙若有两个太阳就无法保持其自身的秩序和条理一样,如果由两位国王拥有统治权,人居世界也无法在没有动荡和内讧的情况下存续下去。
§17.54.6διόπερ ἀπαγγέλλειν αὐτοὺς ἐκέλευσε τῷ Δαρείῳ, εἰ μὲν τῶν πρωτείων ὀρέγεται, διαμάχεσθαι πρὸς αὐτὸν περὶ τῆς τῶν ὅλων μοναρχίας· εἰ δὲ δόξης καταφρονῶν προκρίνει τὴν λυσιτέλειαν καὶ τὴν ἐκ τῆς ῥᾳστώνης τρυφήν, αὐτὸς μὲν Ἀλεξάνδρῳ ποιείτω τὰ προσταττόμενα, ἄλλων δὲ ἄρχων βασιλευέτω, συγχωρουμένης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τῆς Ἀλεξάνδρου χρηστότητος.
因此,他命令他们转告大流士:如果他渴望首要地位,就应当为了全天下的君主权与他决一死战;但如果他蔑视名誉,更看重实际利益和因安逸而来的奢侈,那么他自己就应当顺从亚历山大的命令,并在亚历山大的慷慨恩准下,作为统治他人的国王而存在。
§17.54.7τὸ δὲ συνέδριον διαλύσας καὶ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν.
他解散了会议,率领军队向敌军营地进发。
ἅμα δὲ τούτοις πραττομένοις τῆς τοῦ Δαρείου γυναικὸς ἀποθανούσης ὁ Ἀλέξανδρος ἔθαψεν αὐτὴν μεγαλοπρεπῶς.
就在处理这些事情的同时,大流士的妻子去世了,亚历山大为她举行了隆重的葬礼。