§17.47.1τοῦ γὰρ προϋπάρχοντος βασιλέως Στράτωνος διὰ τὴν πρὸς Δαρεῖον φιλίαν ἐκπεσόντος ἐκ τῆς ἀρχῆς ὁ Ἀλέξανδρος ἔδωκεν ἐξουσίαν Ἡφαιστίωνι καταστῆσαι βασιλέα τῆς Τύρου τῶν ἰδιοξένων ὃν ἂν προαιρῆται.
因为先前的国王斯特拉通由于与大流士的友谊而被废黜了王位,亚历山大便授权赫菲斯提翁,在自己的客友中挑选他所中意的人立为泰尔的国王。
§17.47.2τὸ μὲν οὖν πρῶτον οὗτος εὐδοκήσας τῷ ξένῳ, παρʼ ᾧ τὴν ἐπισταθμίαν ἐπεποίητο κεχαρισμένως, τοῦτον ἐπεβάλετο κύριον ἀναγορεῦσαι τῆς πόλεως·
因此起初,赫菲斯提翁为了向那位曾热情款待并让他借宿的客友表示好意,企图宣布此人为该城的统治者。
ὁ δὲ πλούτῳ μὲν καὶ δόξῃ διαφέρων τῶν πολιτῶν, οὐδεμίαν δὲ συγγένειαν ἔχων πρὸς τοὺς προγεγονότας βασιλεῖς οὐκ ἐδέξατο τὴν δωρεάν.
但此人虽然在财富和声望上在市民中出类拔萃,但因与历代国王毫无血缘关系,便没有接受这一赏赐。
§17.47.3τοῦ δʼ Ἡφαιστίωνος ἐπιτρέψαντος αὐτῷ τὴν ἐκλογὴν ποιήσασθαι ἐκ τοῦ γένους τῶν βασιλέων ἔφησεν εἶναί τινα τῆς βασιλικῆς οἰκίας ἀπόγονον τὰ μὲν ἄλλα σώφρονα καὶ ἀγαθὸν ἄνδρα, πένητα δὲ καθʼ ὑπερβολήν.
当赫菲斯提翁允许他从王室家族中进行选择时,他说王室有一个后裔,在其他方面是一个温良且优秀的男子,但极其贫困。
§17.47.4συγχωρήσαντος δὲ τοῦ Ἡφαιστίωνος τούτῳ τὴν δυναστείαν ὁ λαβὼν τὴν ἐπιτροπὴν κατήντησεν ἐπὶ τὸν ὠνομασμένον μετὰ βασιλικῆς ἐσθῆτος καὶ κατέλαβεν αὐτὸν ἔν τινι κήπῳ μισθοῦ μὲν ἀντλοῦντα, ῥάκεσι δὲ τοῖς τυχοῦσιν ἐσθῆτι χρώμενον.
在赫菲斯提翁同意将统治权授予此人后,接受了委托的那个客友带着王室的服饰找到被指名的那个人,发现他正在一座花园里为了工钱挑水,身上只穿着随手拿来的破烂衣服。
§17.47.5δηλώσας δὲ τὴν περιπέτειαν καὶ περιθεὶς τὴν βασιλικὴν στολὴν καὶ τὸν ἄλλον τὸν ἁρμόζοντα κόσμον ἀνήγαγεν αὐτὸν εἰς τὴν ἀγορὰν καὶ ἀπέδειξε βασιλέα τῶν Τυρίων.
客友向他说明了命运的转折,并给他穿上了王室礼服和其他相配的饰物,然后将他带到广场,宣布他为泰尔人的国王。
§17.47.6ἀσμένως δὲ τοῦ πλήθους προσδεξαμένου καὶ τὸ παράδοξον τῆς τύχης θαυμάσαντος οὗτος μὲν φίλος γενόμενος Ἀλεξάνδρῳ τὴν βασιλείαν ἔσχε παράδειγμα τοῖς ἀγνοοῦσι τὴν τῆς τύχης παράδοξον μεταβολήν·
在民众欣然接受并对命运的奇妙变幻感到惊叹中,这个人成为了亚历山大的朋友,拥有了王位,成为那些不了解命运奇妙变迁之人的一个典型。
ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τὸν Ἀλέξανδρον διήλθομεν, μεταληψόμεθα τὴν διήγησιν.
至于我们,既然已经叙述完了关于亚历山大的事情,就将转移我们的叙事。