§17.46.1παρακαλέσας δὲ τοὺς Μακεδόνας ἑαυτοῦ μὴ λειφθῆναι κατʼ ἀνδρείαν ἁπάσας τὰς ναῦς πολεμικῶς κατασκευάσας προσέβαλλε τοῖς τείχεσιν ἐκθύμως κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
亚历山大鼓励马其顿士兵在勇气上不要逊色于自己,并将所有的船只装备成战船,同时从陆地和海上奋力向城墙发起进攻。
κατανοήσας δὲ περὶ τὰ νεώρια τὸ τεῖχος ἀσθενέστερον ὑπάρχειν τούτῳ προσήγαγε τὰς τριήρεις ἐζευγμένας καὶ φερούσας τὰς ἀξιολογωτάτας μηχανάς.
在注意到造船厂附近的城墙较为薄弱后,他将两两连接并载有最强大器械的三段铎船靠拢过去。
§17.46.2ἐνταῦθα δὲ ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν οὐδʼ αὐτοῖς τοῖς ὁρῶσι πιστευομένην·
就在那里,他敢于实施一项甚至连亲眼目睹的人都难以置信的壮举:他将木塔上的登城桥架到城墙上,独自一人通过它登上了城墙。
ἐπιβάθραν γὰρ ἀπὸ τοῦ ξυλίνου πύργου τοῖς τῆς πόλεως τείχεσιν ἐπιβαλὼν διὰ ταύτης μόνος ἐπέβη τῷ τείχει, οὔτε τὸν ἀπὸ τῆς τύχης φθόνον εὐλαβηθεὶς οὔτε τὴν τῶν Τυρίων δεινότητα καταπλαγείς, ἀλλὰ τὴν καταγωνισαμένην τοὺς Πέρσας δύναμιν ἔχων θεωρὸν τῆς ἰδίας ἀνδραγαθίας τοῖς μὲν ἄλλοις Μακεδόσιν ἀκολουθεῖν προσέταξεν, αὐτὸς δὲ καθηγούμενος τῶν εἰς χεῖρας βιαζομένων τοὺς μὲν τῷ δόρατι, τοὺς δὲ τῇ μαχαίρᾳ τύπτων ἀπέκτεινεν, ἐνίους δʼ αὐτῇ τῇ περιφερείᾳ τῆς ἀσπίδος ἀνατρέπων ἐπισχεῖν τοῦ πολλοῦ θράσους ἐποίησε τοὺς πολεμίους.
他既不畏惧命运的嫉妒,也不害怕泰尔人的凶悍,而是将击败波斯人的军队作为自己武勋的观众,命令其他马其顿人跟进,而他自己则率领那些冲入肉搏战的士兵,用矛刺杀一部分,用剑砍杀另一部分,甚至用盾牌的圆缘撞倒一些人,使敌人遏制住他们极其嚣张的气焰。
§17.46.3ἅμα δὲ τούτοις πραττομένοις καθʼ ἕτερον μέρος ὁ κριὸς τύπτων κατέβαλε πολὺ μέρος τοῦ τείχους· διὰ δὲ τοῦ πτώματος εἰσπεσόντων τῶν Μακεδόνων καὶ τῶν περὶ τὸν Ἀλέξανδρον διὰ τῆς ἐπιβάθρας διαβάντων ἐπὶ τὸ τεῖχος ἡ μὲν πόλις κατείληπτο, οἱ δὲ Τύριοι πρὸς ἀλκὴν τραπέντες καὶ παρακαλέσαντες ἀλλήλους ἐνέφραξαν τοὺς στενωποὺς καὶ μαχόμενοι πλὴν ὀλίγων ἅπαντες κατεκόπησαν, ὄντες πλείους τῶν ἑπτακισχιλίων.
在进行这些行动的同时,在另一个区域,破城槌撞毁了大部分城墙;随着马其顿人从缺口处涌入,以及亚历山大及其随从通过登城桥跨上城墙,城市被占领了。 泰尔人转向抵抗,互相激励,堵塞了狭窄的街道,但经过战斗,除少数人外,全部被斩杀,人数超过七千人。
§17.46.4ὁ δὲ βασιλεὺς τέκνα μὲν καὶ γυναῖκας ἐξηνδραποδίσατο, τοὺς δὲ νέους πάντας, ὄντας οὐκ ἐλάττους τῶν δισχιλίων, ἐκρέμασε.
国王将妇女和儿童贬为奴隶,并将所有的年轻人(不少于两千人)钉在十字架上处死。
σώματα δʼ αἰχμάλωτα τοσαῦτα τὸ πλῆθος εὑρέθη ὥστε τῶν πλείστων εἰς Καρχηδόνα κεκομισμένων τὰ ὑπολειφθέντα γενέσθαι πλείω τῶν μυρίων καὶ τρισχιλίων.
被俘虏的人数是如此之多,以至于尽管大部分人已被运往迦太基,剩下的人依然超过一万三千人。
§17.46.5Τύριοι μὲν οὖν γενναιότερον μᾶλλον ἢ φρονιμώτερον ὑποστάντες τὴν πολιορκίαν τοσαύταις περιέπεσον συμφοραῖς, πολιορκηθέντες μῆνας ἑπτά.
因此,泰尔人以英勇而非明智的态度承受了这场围攻,在被围困七个月后,陷入了如此巨大的灾难中。
§17.46.6ὁ δὲ βασιλεὺς τοῦ μὲν Ἀπόλλωνος τὰς χρυσᾶς σειρὰς καὶ τὰ δεσμὰ περιελόμενος παρήγγειλεν ὀνομάζειν τὸν θεὸν τοῦτον Ἀπολλὼ φιλαλέξανδρον, τῷ δὲ Ἡρακλεῖ μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἀνδραγαθήσαντας τιμήσας, ἔτι δὲ τοὺς τετελευτηκότας μεγαλοπρεπῶς θάψας τῆς μὲν Τυρίων πόλεως κατέστησε βασιλέα τὸν ὀνομαζόμενον Βαλώνυμον, περὶ οὗ τὰ κατὰ μέρος οὐκ ἄξιον παραλιπεῖν διὰ τὸ τῆς περιπετείας παράδοξον.
而国王解下了阿波罗神像上的金链和锁链,下令将这位神明命名为“挚爱亚历山大的阿波罗”;在向赫拉克勒斯献上隆重的祭祀、奖赏了立下武勋的功臣、并为阵亡者举行了盛大的葬礼之后,他立了一位名叫巴罗纽斯的人为泰尔城的国王。 关于此人的详细情况,由于其命运骤变的奇异性,是不容忽略而不予叙述的。