§17.48.1κατὰ γὰρ τὴν Εὐρώπην Ἄγις μὲν ὁ τῶν Λακεδαιμονίων βασιλεὺς τῶν ἐκ τῆς ἐν Ἰσσῷ μάχης διασωθέντων μισθοφόρων ἀναλαβὼν ὀκτακισχιλίους νεωτέρων πραγμάτων ἀντείχετο, χαριζόμενος Δαρείῳ.
在欧洲,拉栖代梦人的国王阿基斯率领从伊苏斯战役中幸存的八千名雇佣兵,企图发起新的叛乱,以此来取悦大流士。
§17.48.2προσλαβὼν δὲ παρὰ τούτου καὶ ναῦς καὶ χρημάτων πλῆθος ἔπλευσεν εἰς Κρήτην καὶ τῶν πόλεων τὰς πλείους χειρωσάμενος ἠνάγκασε τὰ Περσῶν αἱρεῖσθαι.
他从大流士那里得到了船只和大量资金后,便航行至克里特岛,征服了其中的大部分城市,并强迫它们选择站在波斯人一边。
Ἀμύντας δʼ ὁ φυγὼν ἐκ Μακεδονίας καὶ πρὸς Δαρεῖον ἀναβὰς συνηγωνίσατο μὲν τοῖς Πέρσαις ἐν τῇ Κιλικίᾳ, διασωθεὶς δʼ ἐκ τῆς ἐν Ἰσσῷ παρατάξεως μετὰ τετρακισχιλίων μισθοφόρων καὶ πρὸ τῆς Ἀλεξάνδρου παρουσίας διανύσας εἰς Τρίπολιν τῆς Φοινίκης ἐπέλεξεν ἐκ τοῦ παντὸς στόλου τὰς ἀρκούσας ναῦς εἰς τὸν πλοῦν τοῖς ἰδίοις στρατιώταις, τὰς δʼ ἄλλας ἐνέπρησε.
而从马其顿逃亡并投奔大流士的阿敏塔斯,曾在基利家与波斯人并肩作战;他带着四千名雇佣兵从伊苏斯的战阵中幸存下来,在亚历山大抵达之前赶到了腓尼基的特里波利斯,从整个舰队中挑选了足够自己士兵航行的船只,并将剩下的船只付之一炬。
§17.48.3διαπλεύσας δʼ εἰς τὴν Κύπρον καὶ προσλαβόμενος στρατιώτας καὶ ναῦς διέπλευσεν εἰς τὸ Πηλούσιον.
他渡海前往塞浦路斯,增募了士兵和船只,然后航行至佩鲁西昂。
τῆς δὲ πόλεως ἐγκρατὴς γενόμενος ἀπέφαινεν ἑαυτὸν ὑπὸ Δαρείου τοῦ βασιλέως ἀπεστάλθαι στρατηγὸν διὰ τὸ τὸν ἡγούμενον τῆς Αἰγύπτου σατράπην συναγωνιζόμενον ἐν Ἰσσῷ τῆς Κιλικίας πεπτωκέναι.
在控制了该城之后,他声称自己是由大流士国王派遣而来的将军,因为统治埃及的萨特拉普在基利家的伊苏斯参战时已经阵亡。
§17.48.4ἀναπλεύσας δʼ εἰς Μέμφιν τὸ μὲν πρῶτον πρὸ τῆς πόλεως παραταξάμενος τοῖς ἐγχωρίοις ἐνίκησε· μετὰ δὲ ταῦτα πρὸς ἁρπαγὴν τῶν στρατιωτῶν τραπέντων ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπέθεντο τοῖς ἀτάκτως διαρπάζουσι τὰς ἐπὶ τῆς χώρας κτήσεις καὶ τόν τε Ἀμύνταν ἀπέκτειναν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἄρδην ἀνεῖλον.
他逆流而上前往孟斐斯,起初在城前列阵击败了当地人;但此后由于士兵们转向抢劫,当地人从城中出击,袭击了那些无秩序地洗劫乡间财物的人,杀死了阿敏塔斯,并将与他在一起的人全部斩尽杀绝。
§17.48.5Ἀμύντας μὲν οὖν μεγάλαις ἐπιβολαῖς ἐγχειρήσας καὶ παρʼ ἐλπίδα σφαλεὶς τοιοῦτον ἔσχε τοῦ βίου τὸ τέλος.
阿敏塔斯就这样,虽尝试了宏大的计划,却出乎意料地遭遇失败,落得如此生命终局。
ὁμοίως δὲ τούτῳ καὶ τῶν ἄλλων ἡγεμόνων καὶ στρατηγῶν τινες ἐκ τῆς ἐν Ἰσσῷ μάχης μετὰ στρατιωτῶν διασωθέντες ἀντείχοντο τῶν Περσικῶν ἐλπίδων.
与他相似,在伊苏斯战役中与士兵们一同幸存的其他一些领袖和将军,也依然抱持着对波斯人的期望。
§17.48.6οἱ μὲν γὰρ πόλεις ἐπικαίρους καταλαμβανόμενοι διεφύλαττον ταύτας τῷ Δαρείῳ, οἱ δʼ ἔθνη προσαγόμενοι καὶ δυνάμεις περὶ αὑτοὺς παρασκευαζόμενοι τὰς ἁρμοζούσας χρείας τοῖς ὑποκειμένοις καιροῖς παρείχοντο.
因为有些人占领了险要城市并为大流士死守这些地方,而另一些人则拉拢各部族,在自己周围集结力量,为眼前的危局提供适当的协助。
οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ἐψηφίσαντο πέμψαι πρέσβεις πεντεκαίδεκα στέφανον φέροντας χρυσοῦν παρὰ τῆς Ἑλλάδος ἀριστεῖον Ἀλεξάνδρῳ καὶ συνησθησομένους τῇ κατὰ Κιλικίαν νίκῃ.
与此同时,希腊人的代表们投票决定派遣十五名使节,携带一顶金冠作为希腊的荣誉奖赏献给亚历山大,并祝贺他在基利家取得的胜利。
§17.48.7Ἀλέξανδρος δὲ στρατεύσας ἐπὶ Γάζαν φρουρουμένην ὑπὸ Περσῶν καὶ δίμηνον προσεδρεύσας εἷλε κατὰ κράτος τὴν πόλιν.
亚历山大向由波斯人驻守的加沙进军,在包围了两个月之后,强力攻占了该城。