Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.44.1-17.44.5

泰尔人使用热沙与各类防御器械的顽抗

第 649 段,共 723 段 · 希腊语

内容简介

泰尔人采用将赤热沙子倾倒在敌军身上的巧妙且残酷的防御策略。此外,他们还使用割断破城槌缆绳的横杆、红热铁块以及铁爪等武器,阻击马其顿人的猛攻。

§17.44.1ἕτερον δʼ ἐπενόησαν εὕρεμα φιλότεχνον κατὰ τῆς τῶν Μακεδόνων ἀνδρείας, διʼ οὗ τοὺς ἀρίστους τῶν πολεμίων ἀμηχάνοις καὶ δειναῖς περιέβαλον τιμωρίαις.
他们针对马其顿人的英勇,又想出了另一项创意独特的发明,借此将敌人中最精锐的士兵置于无法解脱且可怕的折磨之中。
κατασκευάσαντες γὰρ ἀσπίδας χαλκᾶς καὶ σιδηρᾶς καὶ ταύτας πληρώσαντες ἄμμου φλογὶ πολλῇ συνεχῶς ὑπέκαιον καὶ διάπυρον κατεσκεύαζον τὴν ἄμμον.
因为他们制作了青铜和铁制的盾牌,在其中填满沙子,不断用大火在下面炙烤,使沙子变得炽红。
§17.44.2ταύτην δὲ διά τινος μηχανῆς τοῖς θρασύτατα μαχομένοις ἐπερρίπτουν καὶ ταῖς ἐσχάταις συμφοραῖς περιέβαλλον τοὺς ὑποπεσόντας·
他们通过某种机器将这些沙子倾倒在战斗最勇敢的人身上,使承受此物的人陷入极度的灾难。
διὰ γὰρ τῶν θωράκων καὶ τῶν ὑποδυτῶν παρεισπίπτουσα ἡ ἄμμος καὶ διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας λυμαινομένη τὰς σάρκας ἀβοήθητον ἐποίει τὸ ἀτύχημα.
因为沙子穿透铠甲和内衣渗入进去,因其极度的炽热而烫烂肉体,使这一惨剧无法救治。
§17.44.3διὸ καὶ παραπλησίως τοῖς βασανιζομένοις πᾶσαν δεητικὴν φωνὴν προϊέμενοι τοὺς μὲν ἐπικουρήσοντας οὐκ εἶχον, αὐτοὶ δὲ διὰ τὴν δεινότητα τοῦ πάθους εἰς μανιώδεις διαθέσεις ἐμπίπτοντες ἐτελεύτων, ἐλεεινῷ καὶ ἀμηχάνῳ πάθει περιπίπτοντες.
因此,他们像受酷刑的人一样,发出各种哀求的呼喊,却得不到任何救援,他们自己也因痛苦的剧烈而陷入狂乱状态,在悲惨且无可奈何的折磨中死去。
§17.44.4ἅμα δὲ καὶ πῦρ ἐπερρίπτουν καὶ σαυνία καὶ λίθους ἐπέβαλλον οἱ Φοίνικες καὶ τῷ πλήθει τῶν βελῶν κατεπόνουν τὰς ἀρετὰς τῶν ἀνθισταμένων καὶ ταῖς μὲν δρεπανηφόροις κεραίαις τὰς τῶν κριῶν ὁρμιστηρίας ὑποτέμνοντες ἄχρηστον τὴν τῶν ὀργάνων βίαν ἐποίουν, ταῖς δὲ πυρφόροις μύδρους μεγάλους διαπύρους ἐπέβαλλον εἰς τὸ πλῆθος τῶν πολεμίων καὶ διὰ τὴν πυκνότητα τῶν ἀνδρῶν οὐχ ἡμάρτανον τῶν σκοπῶν, τοῖς δὲ κόραξι καὶ ταῖς σιδηραῖς χερσὶν ἀνήρπαζον τοὺς τοῖς θωρακείοις ἐφεστῶτας.
与此同时,腓尼基人还投掷火种,投掷标枪和石块,用密集的投射物消磨抵抗者的斗志;他们用装有镰刀的横杆割断悬吊破城槌的缆绳,使这些器械的威力化为无形;又用投火器将红热的巨大铁块投入敌人群中,由于士兵密集,他们绝不虚发;并用铁爪和铁手将站在胸墙上的士兵抓走。
§17.44.5τῇ δὲ πολυχειρίᾳ πάσας τὰς μηχανὰς ἐνεργεῖς ποιοῦντες πολλοὺς τῶν βιαζομένων ἀπέκτεννον.
他们凭借众多人手使所有器械运转起来,杀死了许多强行突入的士兵。

词汇与语法注释

  1. 17.44.1περιέβαλον τιμωρίαις — 动词 περιβάλλω 接受事者(τοὺς ἀρίστους,最精锐者)的宾格,以及所施加之物(τιμωρίαις,折磨)的与格,意为“使某人陷入/遭受……”。
  2. 17.44.2τοὺς ὑποπεσόντας — 动词 ὑποπίπτω(落在……之下,遭受)的无定过去时主动分词名词化用法,指那些被从上方落下的红热沙子(前文的 ταύτην)所波及、压在底下的士兵。
  3. 17.44.4ταῖς μὲν δρεπανηφόροις κεραίαις — 标志着工具/手段与格并列结构(ταῖς μὲν... ταῖς δὲ... τοῖς δὲ...)的开始。在第二个短语 `ταῖς δὲ πυρφόροις` 中,省略了诸如 `κεραίαις`(横杆)或 `μηχαναῖς`(器械)之类的阴性名词。
  4. 17.44.4ὁρμιστηρίας — 极为罕见的词汇,指悬吊破城槌(κριῶν)并使其摆动的缆绳或固定索。通过割断这些缆绳,使得破城槌的撞击力失效(ἄχρηστον)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.44.1-17.44.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.44.1-17.44.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。