§17.45.1ἀνυπερβλήτου δὲ τῆς ἐκπλήξεως οὔσης καὶ τῆς ἐν τοῖς ἀγῶσι δεινότητος ἀνυποστάτου γινομένης οὐδʼ ὣς ἔληγον τῆς τόλμης οἱ Μακεδόνες, ἀλλὰ τοὺς ἀεὶ πίπτοντας ὑπερβαίνοντες οὐκ ἐνουθετοῦντο ταῖς τῶν ἄλλων συμφοραῖς.
尽管惊恐难以克服,战斗中的惨状也变得无法忍受,但马其顿人即便如此也没有减损他们的英勇,反而跨过不断倒下的战友,绝不因他人的灾难而动摇退缩。
§17.45.2ὁ δʼ Ἀλέξανδρος ἐπιστήσας ἐπὶ τοὺς ἁρμόζοντας τόπους τοὺς πετροβόλους καταπέλτας καὶ λίθους μεγάλους ἀφιεὶς ἐσάλευε τὰ τείχη, τοῖς δʼ ὀξυβελέσιν ἀπὸ τῶν πύργων τῶν ξυλίνων ἐκβάλλων βελῶν παντοδαπῶν πλῆθος δεινῶς κατετίτρωσκε τοὺς ἐφεστῶτας τοῖς τείχεσιν.
亚历山大在合适的位置安设了投石弩炮,发射巨石震摇城墙,并用木塔上的投箭机发射大量各种投射物,使站在城墙上的守军惨受重伤。
§17.45.3ἀντιμηχανώμενοι δὲ πρὸς ταῦτα οἱ Τύριοι πρὸ μὲν τῶν τειχῶν μαρμαρίνους τροχοὺς ἵστανον καὶ διά τινων ὀργάνων τούτους δινεύοντες τὰ φερόμενα βέλη καταπελτικὰ συνέτριβον καὶ εἰς τὰ πλάγια μέρη παράγοντες ἀπράκτους ἐποίουν τὰς τῶν ἀφιεμένων πληγάς.
对此,泰尔人也采取了反制措施,他们在城墙前竖起大理石圆轮,用某种机械使其旋转,以此粉碎飞来的弩炮投射物,并将它们偏向两侧,使射来的打击化为无形。
§17.45.4πρὸσδὲ τούτοις βύρσας καὶ διπλᾶς διφθέρας πεφυκωμένας καταράπτοντες εἰς ταύτας ἀπεδέχοντο τὰς ἀπὸ τῶν πετροβόλων πληγάς· καὶ μαλακῆς τῆς ἐνδόσεως γινομένης ἐξελύετο τῶν φερομένων πετρῶν ἡ βία.
此外,他们将填满海藻的兽皮和双层皮革缝合在一起,用它们来缓冲投石机的轰击;由于这种缓冲十分柔软,飞来巨石的冲击力便被化解了。
§17.45.5καθόλου δὲ οἱ Τύριοι πάντα τρόπον εὐρώστως ἀμυνόμενοι καὶ κατευποροῦντες τοῖς βοηθήμασι κατεθάρρησαν τῶν πολεμίων καὶ τὸ τεῖχος καὶ τὰς ἐντὸς τῶν πύργων στάσεις ἀπολιπόντες ἐπʼ αὐτὰς ὠθοῦντο τὰς ἐπιβάθρας καὶ ταῖς τῶν πολεμίων ἀνδραγαθίαις ἀντέταττον τὰς ἑαυτῶν ἀρετάς.
总之,泰尔人以各种方式强力防守,且防卫手段极为充沛,因而对敌人大起勇气。 他们离开城墙和塔楼内部的防守位置,冲向登城桥本身,用自己的英勇与敌人的武勋对抗。
§17.45.6διὸ καὶ συμπλεκόμενοι τοῖς πολεμίοις καὶ τὴν μάχην ἐκ χειρὸς συνιστάμενοι μέγαν ἀγῶνα τὸν ὑπὲρ τῆς πατρίδος συνίσταντο καί τινες πελέκεσι τῶν ἀπαντώντων τὸ προσπεσὸν μέρος τοῦ σώματος ἀπέκοπτον·
因此,他们与敌人扭打在一起,展开肉搏战,为了祖国进行着伟大的斗争。 有些人用战斧砍下迎面而来的敌人身体上暴露的部位。
ἔνθα δὴ τῶν παρὰ τοῖς Μακεδόσιν ἡγεμόνων τις, ὄνομα μὲν Ἄδμητος, διαφέρων δὲ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ, τεθαρρηκὼς τὴν βίαν τῶν Τυρίων ὑπέστη καὶ πληγεὶς πελέκει μέσην τὴν κεφαλὴν παραχρῆμα κατέστρεψε τὸν βίον ἡρωικῶς.
就在那时,马其顿军队中有一位名叫阿德梅托斯的指挥官,他因英勇和体魄强健而格外出众,果敢地顶住了泰尔人的猛攻,但他的头部正中被战斧劈中,当场英勇地牺牲了。
§17.45.7ὁ δʼ Ἀλέξανδρος ὁρῶν τῇ μάχῃ κατισχυομένους τοὺς Μακεδόνας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας νυκτὸς ἤδη γενομένης.
亚历山大看到马其顿人在战斗中受挫,且夜色已降,便用军号召回了士兵。
καὶ τὸ μὲν πρῶτον ἔκρινε λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατείαν ἐπὶ τὴν Αἴγυπτον ποιεῖσθαι· μετανοήσας δὲ πάλιν καὶ νομίσας αἰσχρὸν εἶναι παραχωρῆσαι Τυρίοις τῆς κατὰ τὴν πολιορκίαν δόξης καὶ τῶν φίλων ἕνα μόνον ὁμογνωμονοῦντα λαβὼν Ἀμύνταν τὸν Ἀνδρομένους πάλιν πρὸς τὴν πολιορκίαν ἐτρέπετο.
起初,他决定解除包围,转而远征埃及;但随后他又改变了主意,认为将这场围城战的荣耀拱手让给泰尔人是一种耻辱。 他在朋友中只找到了安德罗梅内斯之子阿敏塔斯一人与他意见相同,于是带着他再次投入到围城战中。