§17.43.1οἱ δὲ Τύριοι χαλκεῖς ἔχοντες τεχνίτας καὶ μηχανοποιοὺς κατεσκεύασαν φιλότεχνα βοηθήματα.
而泰尔人因为拥有锻铁的工匠和机械制造师,便制造了创意独特的防卫装置。
πρὸς μὲν γὰρ τὰ καταπελτικὰ βέλη τροχοὺς κατεσκεύασαν διειλημμένους πυκνοῖς διαφράγμασι, τούτους δὲ διά τινος μηχανῆς δινεύοντες τὰ μὲν συνέτριβον, τὰ δὲ παρέσυρον τῶν βελῶν, πάντων δὲ τὴν ἐκ τῆς βίας φορὰν ἐξέλυον·
对于弩炮发射的箭矢,他们制造了用密集挡板隔开的轮子,并通过某种机器使这些轮子旋转,从而击碎一部分箭矢,偏转另一部分,并消除所有箭矢因冲击力而产生的动量。
τοὺς δʼ ἐκ τῶν πετροβόλων φερομένους λίθους δεχόμενοι μαλακαῖς τισι καὶ συνενδιδούσαις κατασκευαῖς ἐπράυνον τὴν ἐκ τῆς ὀργανικῆς βίας δύναμιν.
而对于投石机投出的石块,他们则用某些柔软且有弹性的构造物来承受,从而缓和了机械力量产生的冲击。
§17.43.2ὁ δὲ βασιλεὺς ἅμα τῇ κατὰ τὸ χῶμα προσβολῇ παντὶ τῷ στόλῳ περιέπλει τὴν πόλιν καὶ τὰ τείχη περιεσκέπτετο καὶ φανερὸς ἦν πολιορκήσων τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
国王在从堤道发起进攻的同时,率领全部船队环绕城市航行,视察城墙,显露出他将同时从陆地和海上包围这座城市的意图。
§17.43.3τῶν δὲ Τυρίων ἀνταναχθῆναι μὲν τῷ στόλῳ μηκέτι τολμώντων, τρισὶ δὲ ναυσὶν ὁρμούντων πρὸ τοῦ λιμένος ὁ βασιλεὺς ἐπιπλεύσας αὐταῖς καὶ πάσας συντρίψας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν στρατοπεδείαν.
由于泰尔人已不再敢率领船队出海迎击,仅在港口前停泊了三艘船,国王便率船向它们发起进攻,将其全部击毁,随后回到了自己的营地。
οἱ δὲ Τύριοι βουλόμενοι διπλασιάσαι τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν, ἀποστήσαντες πέντε πήχεις ἕτερον τεῖχος ᾠκοδόμουν δέκα πηχῶν τὸ πλάτος καὶ τὴν ἀνὰ μέσον τῶν τειχῶν σύριγγα λίθων καὶ χώματος ἐπλήρουν.
而泰尔人为了将城墙提供的安全度增加一倍,在相距五肘的地方建造了另一堵宽十肘的城墙,并将两墙之间的通道填满了石头和泥土。
§17.43.4ὁ δʼ Ἀλέξανδρος τὰς τριήρεις ζευγνύων καὶ μηχανὰς παντοδαπὰς αὐταῖς ἐπιστήσας κατέβαλεν ἐπὶ πλέθρον τοῦ τείχους· καὶ διὰ τοῦ πτώματος εἰσέπιπτον εἰς τὴν πόλιν.
亚历山大将三列桨座战船连接在一起,并在其上安装了各种器械,击毁了一普勒特戎宽度的城墙;通过这一崩塌处,兵士们涌入了城市。
§17.43.5οἱ δὲ Τύριοι τοὺς εἰσβιαζομένους πυκνοῖς βέλεσι βάλλοντες μόγις ἀπεστρέψαντο καὶ τὸ πεπτωκὸς μέρος τοῦ τείχους ἀνῳκοδόμησαν νυκτὸς ἐπιλαβούσης.
泰尔人用密集的箭矢射击强行闯入的人,艰难地将他们击退,并在黑夜降临时重建了倒塌部分的城墙。
μετὰ δὲ ταῦτα τοῦ χώματος συνάψαντος τῷ τείχει καὶ τῆς πόλεως χερρονήσου γενομένης πολλοὺς καὶ μεγάλους ἀγῶνας συνέβαινε γίνεσθαι κατὰ τὴν τειχομαχίαν.
此后,随着堤道与城墙相接,都市变成了半岛,在争夺城墙的战斗中开始发生许多重大的决战。
§17.43.6οἱ μὲν γὰρ τὸ δεινὸν ἔχοντες ἐν ὀφθαλμοῖς καὶ τὴν ἐκ τῆς ἁλώσεως συμφορὰν ἀναλογιζόμενοι ταῖς ψυχαῖς οὕτω παρέστησαν πρὸς τὸν κίνδυνον ὥστε τοῦ θανάτου καταφρονῆσαι.
因为那些亲眼目睹可怕危险并心中盘算着沦陷后之灾难的人,在心灵上如此决绝地面对危险,以至于蔑视死亡。
§17.43.7τῶν γὰρ Μακεδόνων προσαγόντων πύργους ὑψηλοὺς ἴσους τοῖς τείχεσι καὶ διὰ τούτων τὰς ἐπιβάθρας ἐπιβαλλόντων καὶ θρασέως ταῖς ἐπάλξεσιν ἐπιβαινόντων οἱ μὲν Τύριοι διὰ τὴν ἐπίνοιαν τῶν ὀργανοποιῶν πολλὰ πρὸς τὴν τειχομαχίαν εἶχον βοηθήματα.
尽管马其顿人运来了与城墙等高的高塔,并通过这些塔架设渡板,大胆地登上城垛,但泰尔人得益于器械制造者的巧思,拥有许多用于城墙战的防卫工具。
§17.43.8χαλκευσάμενοι γὰρ εὐμεγέθεις τριόδοντας παρηγκιστρωμένους τούτοις ἔτυπτον ἐκ χειρὸς τοὺς ἐπὶ τῶν πύργων καθεστῶτας.
他们锻造了带有倒钩的巨型三叉戟,用这些兵器近身刺击站在塔上的士兵。
ἐμπηγνυμένων δὲ εἰς τὰς ἀσπίδας τούτων καὶ κάλους ἐχόντων προσδεδεμένους εἷλκον πρὸς ἑαυτοὺς ἐπιλαμβανόμενοι τῶν κάλων.
当这些三叉戟刺入盾牌后,由于系有绳索,他们便抓住绳索将其向自己方向拉拽。
§17.43.9ἀναγκαῖον οὖν ἦν ἢ προΐεσθαι τὰ ὅπλα καὶ γυμνουμένους τὰ σώματα κατατιτρώσκεσθαι πολλῶν φερομένων βελῶν ἢ τηροῦντας τὰ ὅπλα διὰ τὴν αἰσχύνην πίπτειν ἀφʼ ὑψηλῶν πύργων καὶ τελευτᾶν.
结果,士兵们不得不要么放弃武器、裸露身体,并在无数飞来的投射物下受伤;要么出于羞耻心紧握武器,从而从高塔上跌落而死。
§17.43.10ἄλλοι δʼ ἁλιευτικὰ δίκτυα τοῖς ἐπὶ τῶν ἐπιβαθρῶν διαμαχομένοις ἐπιρριπτοῦντες καὶ τὰς χεῖρας ἀχρήστους ποιοῦντες κατέσπων καὶ περιεκύλιον ἀπὸ τῆς ἐπιβάθρας ἐπὶ τὴν γῆν.
另一些人则向在渡板上交战的士兵投掷渔网,使其双手无法动弹,然后将其扯下,并从渡板上翻滚摔落到地面。