§17.44.1ἕτερον δʼ ἐπενόησαν εὕρεμα φιλότεχνον κατὰ τῆς τῶν Μακεδόνων ἀνδρείας, διʼ οὗ τοὺς ἀρίστους τῶν πολεμίων ἀμηχάνοις καὶ δειναῖς περιέβαλον τιμωρίαις.
彼らはマケドニア兵の勇気に対抗して、もう一つの創意に富んだ考案を思いつき、それによって敵の最精鋭の者たちを手の施しようのない恐ろしい苦痛に陥れた。
κατασκευάσαντες γὰρ ἀσπίδας χαλκᾶς καὶ σιδηρᾶς καὶ ταύτας πληρώσαντες ἄμμου φλογὶ πολλῇ συνεχῶς ὑπέκαιον καὶ διάπυρον κατεσκεύαζον τὴν ἄμμον.
すなわち、彼らは青銅製や鉄製の盾を用意し、これらに砂を満たして、絶えず激しい炎で下からあぶり、砂を赤熱させたのである。
§17.44.2ταύτην δὲ διά τινος μηχανῆς τοῖς θρασύτατα μαχομένοις ἐπερρίπτουν καὶ ταῖς ἐσχάταις συμφοραῖς περιέβαλλον τοὺς ὑποπεσόντας·
そして、ある装置によってこの砂を最も勇敢に戦っている者たちの上に投げかけ、それを浴びた者たちを極限の災厄に陥れた。
διὰ γὰρ τῶν θωράκων καὶ τῶν ὑποδυτῶν παρεισπίπτουσα ἡ ἄμμος καὶ διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας λυμαινομένη τὰς σάρκας ἀβοήθητον ἐποίει τὸ ἀτύχημα.
というのも、砂は鎧や下着の隙間から入り込み、その過度の熱さによって肉を焼き苛むため、この不運に対して手の施しようがなかったからである。
§17.44.3διὸ καὶ παραπλησίως τοῖς βασανιζομένοις πᾶσαν δεητικὴν φωνὴν προϊέμενοι τοὺς μὲν ἐπικουρήσοντας οὐκ εἶχον, αὐτοὶ δὲ διὰ τὴν δεινότητα τοῦ πάθους εἰς μανιώδεις διαθέσεις ἐμπίπτοντες ἐτελεύτων, ἐλεεινῷ καὶ ἀμηχάνῳ πάθει περιπίπτοντες.
そのため、彼らは拷問を受けている者たちと同じように、ありとあらゆる哀願の声を上げながらも、助けてくれる者を誰も持たず、あまりの苦痛の激しさから狂乱状態に陥って、哀れで手の施しようのない苦しみのうちに息絶えていった。
§17.44.4ἅμα δὲ καὶ πῦρ ἐπερρίπτουν καὶ σαυνία καὶ λίθους ἐπέβαλλον οἱ Φοίνικες καὶ τῷ πλήθει τῶν βελῶν κατεπόνουν τὰς ἀρετὰς τῶν ἀνθισταμένων καὶ ταῖς μὲν δρεπανηφόροις κεραίαις τὰς τῶν κριῶν ὁρμιστηρίας ὑποτέμνοντες ἄχρηστον τὴν τῶν ὀργάνων βίαν ἐποίουν, ταῖς δὲ πυρφόροις μύδρους μεγάλους διαπύρους ἐπέβαλλον εἰς τὸ πλῆθος τῶν πολεμίων καὶ διὰ τὴν πυκνότητα τῶν ἀνδρῶν οὐχ ἡμάρτανον τῶν σκοπῶν, τοῖς δὲ κόραξι καὶ ταῖς σιδηραῖς χερσὶν ἀνήρπαζον τοὺς τοῖς θωρακείοις ἐφεστῶτας.
同時に、フェニキア人たちは火を投げかけ、投げ槍や石を浴びせ、無数の飛び道具によって抵抗する者たちの勇気をくじいた。 また、大鎌を取り付けた梁によって破城槌を吊り下げているロープを切り裂き、兵器の威力を無効にする一方で、投火器によって赤熱した巨大な鉄塊を敵の群衆の中に投げ込み、敵が密集していたために標的を外すことがなかった。 さらに、からすや鉄の手を用いて、胸壁の上に立っている者たちを掴み上げた。
§17.44.5τῇ δὲ πολυχειρίᾳ πάσας τὰς μηχανὰς ἐνεργεῖς ποιοῦντες πολλοὺς τῶν βιαζομένων ἀπέκτεννον.
こうして、多くの人手によってあらゆる兵器を作動させ、力づくで迫り来る者たちを多数殺害した。