§17.42.1μετὰ δὲ ταῦτα οἱ μὲν Τύριοι τὴν αὔξησιν τοῦ χώματος εὐλαβηθέντες ἐπλήρωσαν πολλὰ τῶν ἐλαττόνων σκαφῶν ὀξυβελῶν τε καταπελτῶν καὶ τοξοτῶν καὶ σφενδονητῶν ἀνδρῶν καὶ προσπλεύσαντες τοῖς ἐργαζομένοις τὸ χῶμα πολλοὺς μὲν κατέτρωσαν, οὐκ ὀλίγους δὲ ἀπέκτειναν·
在此之后,泰尔人害怕堤道的延伸,在许多较小的船只上装载了发射箭矢的弩炮、弓箭手和投石兵,并乘船靠近正在建造堤道的工人们,打伤了许多人,杀制造了不少人。
§17.42.2εἰς ἀνόπλους γὰρ καὶ πυκνοὺς πολλῶν καὶ παντοίων βελῶν φερομένων οὐδεὶς ἡμάρτανεν, ἑτοίμων καὶ ἀφυλάκτων τῶν σκοπῶν κειμένων.
因为在没有武装且聚集拥挤的人群中,飞来许多各种各样的投射物,没有人会射偏,因为目标暴露且毫无防备。
συνέβαινε γὰρ οὐ μόνον κατὰ πρόσωπον τὰ φερόμενα βέλη προσπίπτειν, ἀλλὰ καὶ πρὸς τὰ νῶτα τῶν ἀντιπροσώπων ὄντων ἐν στενῷ χώματι διικνεῖσθαι καὶ μηδένα δύνασθαι διαφυλάξασθαι τοὺς ἐξ ἀμφοτέρων τῶν μερῶν κατατιτρώσκοντας.
实际上,飞来的投射物不仅从正面袭来,而且还射中在狭窄堤道上正对敌人的工人们的背后,没有人能防备从两边伤害他们的人。
§17.42.3ὁ δʼ Ἀλέξανδρος τὸ παράλογον τῆς συμφορᾶς βουλόμενος ὀξέως διορθώσασθαι, πληρώσας πάσας τὰς ναῦς καὶ καθηγούμενος αὐτὸς ἔπλει κατὰ σπουδὴν ἐπὶ τὸν λιμένα τῶν Τυρίων καὶ τὴν ἐπάνοδον τῶν Φοινίκων ὑπετέμνετο.
亚历山大希望迅速纠正这一意料之外的灾难,便让所有的船只装满兵员,由他亲自领航,急忙向泰尔人的港口驶去,企图切断腓尼基人的退路。
§17.42.4οἱ δὲ βάρβαροι φοβηθέντες μήποτε κυριεύσας τῶν λιμένων καταλάβηται τὴν πόλιν ἔρημον οὖσαν στρατιωτῶν, κατὰ πολλὴν σπουδὴν ἀνέπλεον εἰς τὴν Τύρον.
而蛮族人害怕他占领港口并趁城市缺乏士兵时将其夺取,便十万火急地驶回泰尔。
ἀμφοτέρων δὲ διὰ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας ταῖς εἰρεσίαις πυκναῖς χρωμένων καὶ τῶν Μακεδόνων ἤδη πλησιαζόντων τοῖς λιμέσιν οἱ Φοίνικες παρʼ ὀλίγον μὲν ἦλθον τοῦ πάντες ἀπολέσθαι, παρεισπεσόντες δʼ ὅμως τῇ βίᾳ καὶ τὰς τελευταίας ναῦς ἀποβαλόντες διεσώθησαν εἰς τὴν πόλιν.
由于两边都出于极大的竞争心而猛烈划桨,且马其顿人已经逼近港口,腓尼基人差点全军覆没;然而,他们还是强行闯入,虽然失去了殿后的几艘船,最终仍安全逃回了城内。
§17.42.5ὁ δὲ βασιλεὺς μεγάλης ἐπιβολῆς ἀποτυχὼν πάλιν προσεκαρτέρει τῷ χώματι καὶ τῷ πλήθει τῶν νεῶν παρείχετο τοῖς ἐργαζομένοις τὴν ἀσφάλειαν.
国王虽然大举进攻未成,但再次坚持建造堤道,并用大量的船只为工人们提供安全保障。
τῶν δʼ ἔργων πλησιαζόντων τῇ πόλει καὶ τῆς ἁλώσεως προσδοκωμένης ἀργέστης ἄνεμος μέγας ἐπεγένετο καὶ τοῦ χώματος πολὺ μέρος ἐλυμήνατο.
然而,随着工程逼近城市,攻陷指日可待之时,一场狂暴的西北风突如其来,损毁了堤道的大部分。
§17.42.6ὁ δʼ Ἀλέξανδρος εἰς ἀμηχανίαν ἐμπίπτων διὰ τὴν αὐτόματον τῶν ἔργων φθορὰν μετεμέλετο μὲν ἐπὶ τῇ τῆς πολιορκίας ἐπιβολῇ, ὅμως δὲ τῇ φιλοτιμίᾳ προαγόμενος ἐκ τῆς ὀρεινῆς ἐκκόπτων ὑπερμεγέθη δένδρα παρεκόμιζε καὶ σὺν αὐτοῖς τοῖς κλάδοις ἐγχώσας ἐνέφραξε τὴν βίαν τοῦ κλύδωνος.
亚历山大因工事遭受自然力量的毁坏而陷入绝境,甚至后悔发起这次围城;然而,他在好胜心的驱使下,从山地砍伐了极巨大的树木运来,将它们连同枝叶一起埋入水中,阻挡了波涛的威力。
§17.42.7ταχὺ δʼ ἀποκαταστήσας τὰ πεπονηκότα τοῦ χώματος καὶ τῇ πολυχειρίᾳ προκόψας εἰς βέλους ἄφεσιν ἐπέστησε τὰς μηχανὰς ἐπʼ ἄκρον τὸ χῶμα καὶ τοῖς μὲν πετροβόλοις κατέβαλλε τὰ τείχη, τοῖς δʼ ὀξυβελέσιν ἀνεῖργε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας· συνηγωνίζοντο δὲ τούτοις οἵ τε τοξόται καὶ σφενδονῆται καὶ πολλοὺς τῶν ἐν τῇ πόλει παραβοηθοῦντας κατετίτρωσκον.
他迅速修复了堤道受损的部分,并凭借众多的人手推进到投射武器的射程之内,将器械安放在堤道的末端,用投石机击毁城墙,用发射箭矢的弩炮击退站在城垛上的守卫者;弓箭手和投石兵也配合这些行动,打伤了城内许多前来增援的人。