§17.42.1μετὰ δὲ ταῦτα οἱ μὲν Τύριοι τὴν αὔξησιν τοῦ χώματος εὐλαβηθέντες ἐπλήρωσαν πολλὰ τῶν ἐλαττόνων σκαφῶν ὀξυβελῶν τε καταπελτῶν καὶ τοξοτῶν καὶ σφενδονητῶν ἀνδρῶν καὶ προσπλεύσαντες τοῖς ἐργαζομένοις τὸ χῶμα πολλοὺς μὲν κατέτρωσαν, οὐκ ὀλίγους δὲ ἀπέκτειναν·
その後、ティロス人たちは土手の伸長を恐れ、多数の小型船に弩砲や弓兵、投石兵を乗り込ませ、土手を建設している作業者たちに船で近づいて、多くの者を負傷させ、少なからぬ者を殺害した。
§17.42.2εἰς ἀνόπλους γὰρ καὶ πυκνοὺς πολλῶν καὶ παντοίων βελῶν φερομένων οὐδεὶς ἡμάρτανεν, ἑτοίμων καὶ ἀφυλάκτων τῶν σκοπῶν κειμένων.
なぜなら、武器を持たず密集している人々に対して、多種多様な大量の飛び道具が放たれたため、標的がむき出しで無防備な状態にあり、誰一人として的外れになることはなかったからである。
συνέβαινε γὰρ οὐ μόνον κατὰ πρόσωπον τὰ φερόμενα βέλη προσπίπτειν, ἀλλὰ καὶ πρὸς τὰ νῶτα τῶν ἀντιπροσώπων ὄντων ἐν στενῷ χώματι διικνεῖσθαι καὶ μηδένα δύνασθαι διαφυλάξασθαι τοὺς ἐξ ἀμφοτέρων τῶν μερῶν κατατιτρώσκοντας.
実際、放たれた飛び道具は正面から当たるだけでなく、狭い土手の上で正対している者たちの背後にも達し、両側から傷つけてくる者たちから身を護ることは誰にもできなかったのである。
§17.42.3ὁ δʼ Ἀλέξανδρος τὸ παράλογον τῆς συμφορᾶς βουλόμενος ὀξέως διορθώσασθαι, πληρώσας πάσας τὰς ναῦς καὶ καθηγούμενος αὐτὸς ἔπλει κατὰ σπουδὴν ἐπὶ τὸν λιμένα τῶν Τυρίων καὶ τὴν ἐπάνοδον τῶν Φοινίκων ὑπετέμνετο.
アレクサンドロスはこの予期せぬ災難を迅速に正そうと望み、すべての船に兵を乗り込ませ、自ら先頭に立ってティロス人の港へと急行し、フェニキア人たちの退路を断とうとした。
§17.42.4οἱ δὲ βάρβαροι φοβηθέντες μήποτε κυριεύσας τῶν λιμένων καταλάβηται τὴν πόλιν ἔρημον οὖσαν στρατιωτῶν, κατὰ πολλὴν σπουδὴν ἀνέπλεον εἰς τὴν Τύρον.
一方、異民族たちは、王が港を制圧して兵士のいない都市を占領するのではないかと恐れ、大急ぎでティロスへと引き返した。
ἀμφοτέρων δὲ διὰ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας ταῖς εἰρεσίαις πυκναῖς χρωμένων καὶ τῶν Μακεδόνων ἤδη πλησιαζόντων τοῖς λιμέσιν οἱ Φοίνικες παρʼ ὀλίγον μὲν ἦλθον τοῦ πάντες ἀπολέσθαι, παρεισπεσόντες δʼ ὅμως τῇ βίᾳ καὶ τὰς τελευταίας ναῦς ἀποβαλόντες διεσώθησαν εἰς τὴν πόλιν.
双方が並外れた競争心から激しく櫂を漕ぎ、マケドニア人がすでに港に近づいていたため、フェニキア人たちはもう少しで全滅するところであったが、それでも力づくで割り込み、最後尾の船を失いながらも、都市へと逃げ延びた。
§17.42.5ὁ δὲ βασιλεὺς μεγάλης ἐπιβολῆς ἀποτυχὼν πάλιν προσεκαρτέρει τῷ χώματι καὶ τῷ πλήθει τῶν νεῶν παρείχετο τοῖς ἐργαζομένοις τὴν ἀσφάλειαν.
王は大きな企てには失敗したものの、再び土手の建設に根気強く取り組み、多数の船によって作業者たちに安全を保障した。
τῶν δʼ ἔργων πλησιαζόντων τῇ πόλει καὶ τῆς ἁλώσεως προσδοκωμένης ἀργέστης ἄνεμος μέγας ἐπεγένετο καὶ τοῦ χώματος πολὺ μέρος ἐλυμήνατο.
しかし、構造物が都市に近づき、陥落が期待されるようになった時、強い北西風が吹き荒れ、土手の大部分を損壊した。
§17.42.6ὁ δʼ Ἀλέξανδρος εἰς ἀμηχανίαν ἐμπίπτων διὰ τὴν αὐτόματον τῶν ἔργων φθορὰν μετεμέλετο μὲν ἐπὶ τῇ τῆς πολιορκίας ἐπιβολῇ, ὅμως δὲ τῇ φιλοτιμίᾳ προαγόμενος ἐκ τῆς ὀρεινῆς ἐκκόπτων ὑπερμεγέθη δένδρα παρεκόμιζε καὶ σὺν αὐτοῖς τοῖς κλάδοις ἐγχώσας ἐνέφραξε τὴν βίαν τοῦ κλύδωνος.
アレクサンドロスは、構造物が自然の力で破壊されたことで途方に暮れ、包囲戦を企てたことを後悔しさえしたが、それでも名誉欲に駆り立てられ、山岳地帯から極めて巨大な木々を切り出して運ばせ、それらを枝ごと埋め込むことで、波の猛威を遮った。
§17.42.7ταχὺ δʼ ἀποκαταστήσας τὰ πεπονηκότα τοῦ χώματος καὶ τῇ πολυχειρίᾳ προκόψας εἰς βέλους ἄφεσιν ἐπέστησε τὰς μηχανὰς ἐπʼ ἄκρον τὸ χῶμα καὶ τοῖς μὲν πετροβόλοις κατέβαλλε τὰ τείχη, τοῖς δʼ ὀξυβελέσιν ἀνεῖργε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας·
彼は土手の損壊した部分を速やかに修復し、大人数の力で射程内まで進めると、土手の先端に兵器を据え、投石機で城壁を打ち倒し、弩砲で胸壁の上に立つ守備兵たちを退却させた。
συνηγωνίζοντο δὲ τούτοις οἵ τε τοξόται καὶ σφενδονῆται καὶ πολλοὺς τῶν ἐν τῇ πόλει παραβοηθοῦντας κατετίτρωσκον.
また、弓兵や投石兵もこれらに協力し、市内で救援に駆けつける多くの人々を負傷させた。