Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.40.1-17.40.5

泰尔的拒降与亚历山大修筑堤道

第 645 段,共 723 段 · 希腊语

内容简介

亚历山大在安葬伊苏斯战役的死者并祭神之后,在进军埃及的途中抵达泰尔;因被拒绝入城,他决心包围这座岛屿城市,并着手修筑一条连接大陆的堤道。

§17.40.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικηράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Ἀτίλιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δʼ ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα Γρύλος Χαλκιδεύς.
在雅典由尼克拉托斯担任执政官时,罗马人推选马尔库斯·阿蒂利乌斯和马尔库斯·瓦莱里乌斯为执政官,且举行了第一百一十二届奥林匹亚竞技会,在此届竞技会中哈尔基斯人格里洛斯获得了冠军。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος μετὰ τὴν ἐν Ἰσσῷ νίκην τοὺς μὲν τελευτήσαντας ἔθαψεν, ἐν οἷς καὶ τῶν πολεμίων τοὺς ἐν ταῖς ἀνδραγαθίαις θαυμασθέντας· μετὰ δὲ ταῦτα τοῖς θεοῖς μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἐν τῇ μάχῃ κατʼ ἀρετὴν διαφόρους γενομένους τιμήσας ταῖς ἀξίαις ἑκάστους δωρεαῖς ἐφʼ ἡμέρας τινὰς ἀνέλαβε τὴν δύναμιν.
在这些人任职期间,亚历山大在伊苏斯获胜之后,安葬了死者,其中也包括敌军中因英勇而令人钦佩的人;在此之后,他向神明举行了宏大的祭祀,并用适合每位功臣的礼物表彰了在战斗中表现出非凡勇气的战士,随后让军队休整了几日。
§17.40.2ἔπειτα προάγων ἐπʼ Αἰγύπτου καὶ καταντήσας εἰς τὴν Φοινίκην τὰς μὲν ἄλλας πόλεις παρέλαβεν, ἑτοίμως τῶν ἐγχωρίων προσδεξαμένων αὐτόν· οἱ δὲ Τύριοι βουλομένου τοῦ βασιλέως τῷ Ἡρακλεῖ τῷ Τυρίῳ θῦσαι προπετέστερον διεκώλυσαν αὐτὸν τῆς εἰς τὴν πόλιν εἰσόδου.
随后,他向埃及进军,抵达腓尼基,由于当地居民乐意接纳他,他接管了其他城市;但当国王希望向泰尔的赫拉克勒斯献祭时,泰尔人却颇为鲁莽地阻止他进入城内。
§17.40.3τοῦ δʼ Ἀλεξάνδρου χαλεπῶς ἐνέγκαντος καὶ διαπειλησαμένου πολεμήσειν τὴν πόλιν οἱ Τύριοι τεθαρρηκότως ὑπέμενον τὴν πολιορκίαν, ἅμα μὲν Δαρείῳ χαριζόμενοι καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν βεβαίαν τηροῦντες καὶ νομίζοντες μεγάλας δωρεὰς ἀντὶ ταύτης τῆς χάριτος ἀντιλήψεσθαι παρὰ τοῦ βασιλέως, ἐπισπώμενοι μὲν τὸν Ἀλέξανδρον εἰς πολυχρόνιον καὶ ἐπικίνδυνον πολιορκίαν, διδόντες δʼ ἄνεσιν τῷ Δαρείῳ πρὸς τὰς παρασκευάς, ἅμα δὲ καὶ πιστεύοντες τῇ τε ὀχυρότητι τῆς νήσου καὶ ταῖς ἐν αὐτῇ παρασκευαῖς, ἔτι δὲ τοῖς ἀπογόνοις αὐτῶν Καρχηδονίοις.
虽然亚历山大对此感到愤怒并威胁要对该城开战,但泰尔人依然充满信心地承受了包围。 这一方面是为了讨好达里乌斯并保持对他的忠诚,认为通过将亚历山大拖入长期而危险的包围中,并给达里乌斯提供准备的喘息时间,他们将从国王那里获得丰厚的回报;另一方面,他们也深信该岛的坚固、岛内的备战情况,以及他们的后裔迦太基人。
§17.40.4ὁ δὲ βασιλεὺς ὁρῶν κατὰ θάλατταν μὲν δυσπολιόρκητον οὖσαν τὴν πόλιν διά τε τὴν παρασκευὴν τῶν κατὰ τὸ τεῖχος ἔργων καὶ τὴν ὑπάρχουσαν ἐν αὐτῇ δύναμιν ναυτικήν, κατὰ δὲ γῆν σχεδὸν ἀπραγμάτευτον οὖσαν διὰ τὸ τέτταρσι σταδίοις διείργεσθαι τῆς ἠπείρου ὅμως ἔκρινε συμφέρειν πάντα κίνδυνον καὶ πόνον ὑπομένειν ὑπὲρ τοῦ μὴ καταφρονηθῆναι τὴν τῶν Μακεδόνων δύναμιν ὑπὸ μιᾶς καὶ τῆς τυχούσης πόλεως.
国王看到,由于沿墙防御工事的整备以及城内现有的海军力量,该城从海上难以攻克,而从陆路上,由于它与大陆相隔四斯塔德,几乎无法下手,但他依然决定,为了不让马其顿人的力量被一个普通孤立的城市所蔑视,承担一切危险和劳苦是值得的。
§17.40.5εὐθὺς οὖν καθαιρῶν τὴν παλαιὰν λεγομένην Τύρον καὶ πολλῶν μυριάδων κομιζουσῶν τοὺς λίθους χῶμα κατεσκεύαζε δίπλεθρον τῷ πλάτει.
于是,他立即拆毁了被称为“旧泰尔”的城区,让数万人搬运石头,建造了一条宽度达两普勒特隆的堤道。
πανδημεὶ δὲ προσλαβόμενος τοὺς κατοικοῦντας τὰς πλησίον πόλεις ταχὺ διὰ τὰς πολυχειρίας ἠνύετο τὰ τῶν ἔργων.
由于他动员了附近城市的所有居民参与,在众多人力的协助下,工程进展迅速。

词汇与语法注释

  1. §17.40.1ἐπὶ δὲ τούτων — 介词 ἐπί 连用属格,表示“在……时代”或“在……任期内”,指代前文刚提到的雅典执政官和罗马执政官的任期。
  2. §17.40.1ἀνέλαβε τὴν δύναμιν — 动词 ἀναλαμβάνω 在此意为“恢复(力量或体力)”或“使休整”,宾格的 τὴν δύναμιν(军队、兵力)作为其直接宾语。
  3. §17.40.3ἐπισπώμενοι μὲν ... διδόντες δʼ — 这些现在分词作状语,解释了泰尔人期望讨好达里乌斯(χαριζόμενοι)的具体“手段”或“方式”,即通过拖住亚历山大并为达里乌斯争取时间。
  4. §17.40.4ὑπὲρ τοῦ μὴ καταφρονηθῆναι τὴν τῶν Μακεδόνων δύναμιν — 介词 ὑπέρ 连用带冠词属格不定式(τοῦ μὴ καταφρονηθῆναι)表示目的(“为了不使……”)。宾格短语 τὴν τῶν Μακεδόνων δύναμιν 作为该被动不定式的逻辑主语。
  5. §17.40.5δίπλεθρον τῷ πλάτει — 形容词 δίπλεθρον(宽两普勒特隆,约60米)修饰直接宾语名词 χῶμα(堤道)。与格的 τῷ πλάτει 起到关系与格(在宽度上)的作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.40.1-17.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.40.1-17.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。