Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.40.1-17.40.5

ティロスの入城拒否とアレクサンドロスの堤道建設

645 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはイッソスの戦いの死者を葬り神々に犠牲を捧げた後、エジプトへ向かう途中でティロスに進軍するが、市内への進入を拒まれたため、島嶼都市であるティロスの包囲を決定し、本土から島への堤道建設に着手する。

§17.40.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικηράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Ἀτίλιον καὶ Μάρκον Οὐαλέριον, Ὀλυμπιὰς δʼ ἤχθη δευτέρα πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα Γρύλος Χαλκιδεύς.
アテナイにおいてニケラトスがアルコンであった時、ローマ人たちはマルクス・アティリウスとマルクス・ウァレリウスを執政官に任命し、第百十二回オリンピア競技会が開催され、そこではカルキス出身のグリュロスが優勝した。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος μετὰ τὴν ἐν Ἰσσῷ νίκην τοὺς μὲν τελευτήσαντας ἔθαψεν, ἐν οἷς καὶ τῶν πολεμίων τοὺς ἐν ταῖς ἀνδραγαθίαις θαυμασθέντας·
これらの役職者のもとで、アレクサンドロスはイッソスでの勝利の後、死者たちを葬ったが、その中には敵の中でもその勇猛さゆえに称賛された人々も含まれていた。
μετὰ δὲ ταῦτα τοῖς θεοῖς μεγαλοπρεπεῖς θυσίας συντελέσας καὶ τοὺς ἐν τῇ μάχῃ κατʼ ἀρετὴν διαφόρους γενομένους τιμήσας ταῖς ἀξίαις ἑκάστους δωρεαῖς ἐφʼ ἡμέρας τινὰς ἀνέλαβε τὴν δύναμιν.
その後、神々に対して壮麗な犠牲式を執り行い、戦闘において並外れた勇気を示した者たちをそれぞれにふさわしい贈り物で表彰すると、数日間にわたって軍勢を休養させた。
§17.40.2ἔπειτα προάγων ἐπʼ Αἰγύπτου καὶ καταντήσας εἰς τὴν Φοινίκην τὰς μὲν ἄλλας πόλεις παρέλαβεν, ἑτοίμως τῶν ἐγχωρίων προσδεξαμένων αὐτόν·
その後、エジプトに向けて進軍し、ポイニキアに到着すると、現地の住民たちが彼を快く迎え入れたため、他の諸都市を接収した。
οἱ δὲ Τύριοι βουλομένου τοῦ βασιλέως τῷ Ἡρακλεῖ τῷ Τυρίῳ θῦσαι προπετέστερον διεκώλυσαν αὐτὸν τῆς εἰς τὴν πόλιν εἰσόδου.
しかし、ティロスの人々は、王がティロスのヘラクレスに犠牲を捧げることを望んだ時、やや軽率にも、彼の市内への進入を阻んだ。
§17.40.3τοῦ δʼ Ἀλεξάνδρου χαλεπῶς ἐνέγκαντος καὶ διαπειλησαμένου πολεμήσειν τὴν πόλιν οἱ Τύριοι τεθαρρηκότως ὑπέμενον τὴν πολιορκίαν, ἅμα μὲν Δαρείῳ χαριζόμενοι καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν βεβαίαν τηροῦντες καὶ νομίζοντες μεγάλας δωρεὰς ἀντὶ ταύτης τῆς χάριτος ἀντιλήψεσθαι παρὰ τοῦ βασιλέως, ἐπισπώμενοι μὲν τὸν Ἀλέξανδρον εἰς πολυχρόνιον καὶ ἐπικίνδυνον πολιορκίαν, διδόντες δʼ ἄνεσιν τῷ Δαρείῳ πρὸς τὰς παρασκευάς, ἅμα δὲ καὶ πιστεύοντες τῇ τε ὀχυρότητι τῆς νήσου καὶ ταῖς ἐν αὐτῇ παρασκευαῖς, ἔτι δὲ τοῖς ἀπογόνοις αὐτῶν Καρχηδονίοις.
アレクサンドロスがこれを憤り、この都市と戦うと脅したものの、ティロスの人々は勇敢にも包囲戦に持ちこたえた。 これは、ダレイオスに恩を売り、彼への忠誠を固く保つことで、この恩義に対して王から大きな褒賞を受け取ることができると考えたためでもあり(アレクサンドロスを長期にわたる危険な包囲戦に引きずり込み、ダレイオスに準備のための猶予を与えることによってである)、同時にまた、島の堅固さと、島内における準備、さらには彼らの末裔であるカルタゴ人たちを信頼していたためでもあった。
§17.40.4ὁ δὲ βασιλεὺς ὁρῶν κατὰ θάλατταν μὲν δυσπολιόρκητον οὖσαν τὴν πόλιν διά τε τὴν παρασκευὴν τῶν κατὰ τὸ τεῖχος ἔργων καὶ τὴν ὑπάρχουσαν ἐν αὐτῇ δύναμιν ναυτικήν, κατὰ δὲ γῆν σχεδὸν ἀπραγμάτευτον οὖσαν διὰ τὸ τέτταρσι σταδίοις διείργεσθαι τῆς ἠπείρου ὅμως ἔκρινε συμφέρειν πάντα κίνδυνον καὶ πόνον ὑπομένειν ὑπὲρ τοῦ μὴ καταφρονηθῆναι τὴν τῶν Μακεδόνων δύναμιν ὑπὸ μιᾶς καὶ τῆς τυχούσης πόλεως.
王は、この都市が、壁沿いの防御施設の準備や市内の持つ海軍力のために海路からは攻略が困難であり、また陸路からは本土から四スタディオン隔てられているためにほぼ接近不可能であることを理解していたが、それでも、マケドニア人の軍事力が、単一の、しかも取るに足らない都市によって侮られないよう、あらゆる危険と労苦に耐えることが有益であると判断した。
§17.40.5εὐθὺς οὖν καθαιρῶν τὴν παλαιὰν λεγομένην Τύρον καὶ πολλῶν μυριάδων κομιζουσῶν τοὺς λίθους χῶμα κατεσκεύαζε δίπλεθρον τῷ πλάτει.
そこで直ちに、いわゆる「古ティロス」を破壊し、数万の人々に石を運ばせて、幅二プレトロンの土手を建設した。
πανδημεὶ δὲ προσλαβόμενος τοὺς κατοικοῦντας τὰς πλησίον πόλεις ταχὺ διὰ τὰς πολυχειρίας ἠνύετο τὰ τῶν ἔργων.
また、近隣の都市の住民を総動員して作業に参加させたため、多大な人手のおかげで工事は急速に進捗した。

語釈・文法注

  1. §17.40.1ἐπὶ δὲ τούτων — 前置詞 ἐπί と属格の組み合わせで、「〜の時代に」「〜の任期中に」を表し、直前で言及されたアテナイのアルコンおよびローマの執政官の任期を指す。
  2. §17.40.1ἀνέλαβε τὴν δύναμιν — 動詞 ἀναλαμβάνω はここでは「(力や健康を)回復させる」「休養させる」の意味で用いられており、対格の τὴν δύναμιν(軍勢、軍事力)がその直接目的語となっている。
  3. §17.40.3ἐπισπώμενοι μὲν ... διδόντες δʼ — これらの現在分詞は副詞的に機能しており、ティロスの人々がダレイオスに恩を売る(χαριζόμενοι)ための具体的な「手段」や「方法」(アレクサンドロスを引きずり込み、ダレイオスに猶予を与えること)を説明している。
  4. §17.40.4ὑπὲρ τοῦ μὴ καταφρονηθῆναι τὴν τῶν Μακεδόνων δύναμιν — 前置詞 ὑπέρ と属格の冠詞付き不定詞(τοῦ μὴ καταφρονηθῆναι)の組み合わせにより、目的(〜しないために)を表す。対格の τὴν τῶν Μακεδόνων δύναμιν は受動不定詞の意味上の主語である。
  5. §17.40.5δίπλεθρον τῷ πλάτει — 形容詞 δίπλεθρον(2プレトロン、約60メートルの幅の)は、直接目的語である名詞 χῶμα(土手)を修飾している。与格の τῷ πλάτει は、観点の与格(幅において)として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.40.1-17.40.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.40.1-17.40.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。