Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.39.1-17.39.4

达里乌斯求和与亚历山大的拒绝

第 644 段,共 723 段 · 希腊语

内容简介

达里乌斯向亚历山大写信求和,提出割地赎人,但亚历山大伪造书信予以拒绝。求和无望后,达里乌斯整军备战,集结了相当于伊苏斯战役两倍的庞大军队。

§17.39.1Δαρεῖος δὲ διανύσας εἰς Βαβυλῶνα καὶ τοὺς ἀπὸ τῆς ἐν Ἰσσῷ μάχης διασωζομένους ἀναλαβὼν οὐκ ἔπεσε τῷ φρονήματι, καίπερ μεγάλῃ περιπεπτωκὼς συμφορᾷ, ἀλλὰ πρὸς τὸν Ἀλέξανδρον ἔγραψεν ἀνθρωπίνως φέρειν τὴν εὐτυχίαν καὶ τοὺς αἰχμαλώτους ἀλλάξασθαι χρημάτων πλῆθος λαβόντα· προσετίθει δὲ καὶ τῆς Ἀσίας τὴν ἐντὸς Ἅλυος χώραν καὶ πόλεις συγχωρήσειν, ἐὰν βουληθῇ γενέσθαι φίλος.
达里乌斯抵达巴比伦,并收拢了伊苏斯战役中的幸存者,尽管遭遇了惨重灾难,但他并未丧失斗志,而是给亚历山大写信,劝他作为凡人要适度对待好运,并在收下一笔巨款后交换俘虏;他另外还补充道,如果亚历山大愿意成为朋友,他将割让亚洲境内哈里斯河以西的领土和城市。
§17.39.2ὁ δʼ Ἀλέξανδρος συναγαγὼν τοὺς φίλους καὶ τὴν μὲν ἀληθινὴν ἐπιστολὴν ἀποκρυψάμενος, ἑτέραν δὲ γράψας ῥέπουσαν πρὸς τὸ ἑαυτῷ συμφέρον προσήνεγκε τοῖς συνέδροις καὶ τοὺς πρέσβεις ἀπράκτους ἐξαπέστειλεν.
然而,亚历山大召集了友人们,隐瞒了真实的书信,另写了一封倾向于对自己有利的信呈给会议成员,并让使节们无功而返。
§17.39.3διόπερ ὁ Δαρεῖος ἀπογνοὺς τὴν διὰ τῶν ἐπιστολῶν σύνθεσιν παρασκευὰς μεγάλας ἐποιεῖτο πρὸς τὸν πόλεμον καὶ τοὺς μὲν κατὰ τὴν τροπὴν ἀποβεβληκότας τὰς πανοπλίας καθώπλιζεν, ἄλλους δʼ ἐπιλεγόμενος εἰς στρατιωτικὰς τάξεις κατέγραφε· τὰς δʼ ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις, ἃς ἀπολελοιπὼς ἦν διὰ τὴν ὀξύτητα τῆς στρατείας, μετεπέμπετο.
因此,达里乌斯对通过书信达成和解不抱希望,便为战争做起了大规模的准备,给那些在溃败中丢弃了全套盔甲的人重新配备武器,并挑选其他人登记入伍;此外,他还召集了因行军急速而留在上部省份的军队。
§17.39.4καὶ τέλος τοσαύτην εἰσηνέγκατο σπουδὴν εἰς τὴν κατασκευὴν τῆς δυνάμεως ὥστε διπλασίαν γενέσθαι τῆς ἐν Ἰσσῷ παραταξαμένης· ὀγδοήκοντα μὲν γὰρ μυριάδες πεζῶν, εἴκοσι δʼ ἱππέων ἠθροίσθησαν καὶ χωρὶς ἁρμάτων δρεπανηφόρων πλῆθος.
最后,他在整军备战上倾注了如此巨大的精力,以至于兵力达到了在伊苏斯对阵时的两倍;因为他集集了八十万步兵、二十万骑兵,此外还有大量的镰刀战车。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事便是在这一年里发生的。

词汇与语法注释

  1. §17.39.1ἀνθρωπίνως φέρειν τὴν εὐτυχίαν — 不定式 φέρειν 和 ἀλλάξασθαι 依附于动词 ἔγραψεν,表示信中的建议或劝告。不定式的未明示主语通过后面阳性单数宾格分词 λαβόντα 得以确认,指代收信人亚历山大。
  2. §17.39.1τῆς Ἀσίας τὴν ἐντὸς Ἅλυος χώραν — τῆς Ἀσίας 是修饰 τὴν ἐντὸς Ἅλυος χώραν 的部分属格,指“亚洲(小亚细亚)境内哈里斯河以西(内侧)的地区”。
  3. §17.39.2ῥέπουσαν πρὸς τὸ ἑαυτῷ συμφέρον — 现在分词 ῥέπουσαν(倾斜的)修饰前述的阴性宾格代词 ἑτέραν(指代书信)。τὸ ἑαυτῷ συμφέρον 是中性分词的名词化,意为“对自己有利的事物”,其中反身代词与格 ἑαυτῷ 作为 συμφέρον 的补足语。
  4. §17.39.3ἀπολελοιπὼς ἦν — 由完成分词 ἀπολελοιπώς 和未完成过去时 ἦν 构成的迂回式过去完成时,强调在快速进军时“已经留下”的过去状态。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.39.1-17.39.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.39.1-17.39.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。