Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.38.1-17.38.7

优待大流士家眷与亚历山大的宽容

第 643 段,共 723 段 · 希腊语

内容简介

亚历山大承诺进一步优待达里乌斯的家人,并赞赏了年幼男子的非凡天资。作者盛赞这一仁慈之举,认为军事胜利大多取决于运气,而在掌权时施予怜悯则是纯粹源于智慧的最伟大成就。

§17.38.1περιέθηκε γὰρ αὐτῇ κόσμον τε βασιλικὸν καὶ τὸ προγεγονὸς ἀξίωμα ταῖς προσηκούσαις τιμαῖς ἀποκατέστησε· τὴν μὲν γὰρ θεραπείαν αὐτῇ πᾶσαν τὴν δοθεῖσαν ὑπὸ Δαρείου παρέδωκεν, ἰδίαν δʼ ἄλλην οὐκ ἐλάττονα τῆς προϋπαρχούσης προσεδωρήσατο καὶ τῆς μὲν τῶν παρθένων ἐκδόσεως βέλτιον τῆς Δαρείου κρίσεως ἐπηγγείλατο προνοήσεσθαι, τὸν παῖδα δὲ θρέψειν ὡς υἱὸν ἴδιον καὶ βασιλικῆς τιμῆς ἀξιώσειν.
因为他让她穿上了皇室的华服,并用相称的荣誉恢复了她先前的尊严;他不仅将达里乌斯赐予她的所有侍从完好地交还给她,还另外赠送了由他自己提供的、人数不亚于原先的另一批侍从,并许诺将比达里乌斯本人的决定更妥善地安排公主们的婚事,且将把那个男孩当作自己的亲生儿子抚养,使他享有皇室的尊荣。
§17.38.2προσκαλεσάμενος δʼ αὐτὸν καὶ φιλήσας, ὡς εἶδεν ἀδεῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα, πρὸς τοὺς περὶ τὸν Ἡφαιστίωνα εἶπεν ὅτι ὁ παῖς ὢν ἓξ ἐτῶν καὶ τὴν ἀρετὴν ὑπὲρ τὴν ἡλικίαν προφαίνων πολλῷ βελτίων ἐστὶ τοῦ πατρός.
他把男孩唤到身边并亲吻了他,当看到男孩毫无惧色地注视着他、全然没有惊慌时,便对赫菲斯提翁身边的人说,这孩子虽只有六岁,却展现出了超越年龄的优秀品质,比他的父亲要优秀得多。
περὶ δὲ τῆς Δαρείου γυναικὸς καὶ τῆς περὶ αὐτὴν σεμνότητος πρόνοιαν ἕξειν ἔφησεν ὅπως μηδὲν ἀνάξιον πάθῃ τῆς προγεγενημένης εὐδαιμονίας.
至于达里乌斯的妻子及与其相伴的尊严,他表示自己会予以关照,使她不至于遭受任何配不上她先前幸福的待遇。
§17.38.3πολλὰ δὲ καὶ ἄλλα πρὸς ἔλεον καὶ φιλανθρωπίαν διαλεχθεὶς ἐποίησε τὰς γυναῖκας διὰ τὸ μέγεθος τῆς ἀνελπίστου χαρᾶς εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα.
亚历山大还说了一番体现怜悯与仁慈的话,使妇女们由于这意想不到的巨大喜悦,而落下了难以抑制的泪水。
ἐπὶ δὲ πᾶσι τοῖς προειρημένοις δοὺς τὴν δεξιὰν οὐ μόνον ὑπὸ τῶν εὖ παθόντων ἐπαίνων ἐτύγχανεν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς συστρατευομένοις περιβόητον ἔσχε τὴν ὑπερβολὴν τῆς ἐπιεικείας.
在对上述所有承诺给出了右手的誓约后,他不仅得到了受益者的赞美,而且在所有的战友中,他的极度宽宏大量也传为美谈。
§17.38.4καθόλου δʼ ἔγωγε νομίζω πολλῶν καὶ καλῶν ἔργων ὑπʼ Ἀλεξάνδρου συντετελεσμένων μηδὲν τούτων μεῖζον ὑπάρχειν μηδὲ μᾶλλον ἄξιον ἀναγραφῆς καὶ μνήμης ἱστορικῆς εἶναι.
总而言之,我个人认为,在亚历山大所立下的诸多辉煌功绩中,没有哪一项比这更伟大,也没有哪一项更值得载入史册并为历史所记取。
§17.38.5αἱ μὲν γὰρ τῶν πόλεων πολιορκίαι καὶ παρατάξεις καὶ τὰ ἄλλα τὰ κατὰ τὸν πόλεμον προτερήματα τὰ πλείονα διὰ τύχην ἢ διʼ ἀρετὴν ἐπιτυγχάνεται, ὁ δʼ ἐν ταῖς ἐξουσίαις εἰς τοὺς ἐπταικότας ἔλεος μεριζόμενος διὰ μόνης τῆς φρονήσεως γίνεται.
因为攻城略地、阵地战以及战争中的其他胜利,多半是凭借运气而非凭借德行而获得的;然而在手握大权时,对失意者所施予的怜悯,却唯有通过智慧才能产生。
§17.38.6οἱ πλεῖστοι γὰρ διὰ τὴν εὐτυχίαν ἐπαίρονται μὲν ταῖς εὐπραξίαις, ὑπερήφανοι δʼ ἐν ταῖς εὐτυχίαις γινόμενοι τῆς ἀνθρωπίνης καὶ κοινῆς ἀσθενείας ἐπιλανθάνονται· διὸ καὶ τοὺς πλείστους ὁρᾶν ἔστι τὴν εὐτυχίαν ὥσπερ τι βαρὺ φορτίον φέρειν ἀδυνατοῦντας.
大多数人因为好运而因成功而得意忘形,在幸福中变得傲慢自大,忘记了人类共同的软弱;因此,我们常常可以看到大多数人无法承受好运,就好像承受着某种沉重的负担一般。
§17.38.7Ἀλέξανδρος μὲν οὖν, καίπερ πολλαῖς γενεαῖς προγεγονὼς τοῦ καθʼ ἡμᾶς βίου, τυγχανέτω καὶ παρὰ τῶν μεταγενεστέρων δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἀρεταῖς ἐπαίνου.
因此,亚历山大虽然比我们生活的时代早了许多代,但也理应从后世那里获得与其自身的德行相称的、公正的赞美。

词汇与语法注释

  1. 17.38.1τῆς μὲν τῶν παρθένων ἐκδόσεως ... προνοήσεσθαι — προνοήσεσθαι(προνοέομαι 的将来时不定式)支配属格 ἐκδόσεως。βέλτιον τῆς Δαρείου κρίσεως 是使用比较级的副词性修饰,意为将比达里乌斯本人的计划更妥善地予以照料。
  2. 17.38.2ὡς εἶδεν ἀδεῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα — 感官动词 εἶδεν(ὁράω 的不定过去时)支配宾格分词 βλέψαντα 和 καταπλαγέντα,其逻辑主语(达里乌斯的小儿子)被省略。
  3. 17.38.3ἐποίησε τὰς γυναῖκας ... εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα — ποιέω + 宾格 + 不定式(ἐποίησε ... προπεσεῖν)构成了使役句式,意为“使妇女们陷入[泪水](落泪)”。
  4. 17.38.4πολλῶν καὶ καλῶν ἔργων ὑπʼ Ἀλεξάνδρου συντετελεσμένων — 属格独立分词结构,在此具有让步语气(“尽管……完成”),修饰依附于主句动词 νομίζω 的“对格+不定式”结构 μηδὲν τούτων μεῖζον ὑπάρχειν。
  5. 17.38.5ὁ δʼ ... ἔλεος μεριζόμενος — 与前句的 αἱ μὲν ... πολιορκίαι 形成对比的主语。动词 μερίζομαι 的中/被动分词 μεριζόμενος 修饰名词 ἔλεος,表示“被分施的怜悯”。
  6. 17.38.7τυγχανέτω ... δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἀρεταῖς ἐπαίνου — 第三人称命令式 τυγχανέτω(源自 τυγχάνω)支配属格,在此以 ἐπαίνου 为其宾语。与格的 ταῖς ἰδίαις ἀρεταῖς 则由修饰性分词 πρέποντος(“相称的”)所支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.38.1-17.38.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.38.1-17.38.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。