§17.39.1Δαρεῖος δὲ διανύσας εἰς Βαβυλῶνα καὶ τοὺς ἀπὸ τῆς ἐν Ἰσσῷ μάχης διασωζομένους ἀναλαβὼν οὐκ ἔπεσε τῷ φρονήματι, καίπερ μεγάλῃ περιπεπτωκὼς συμφορᾷ, ἀλλὰ πρὸς τὸν Ἀλέξανδρον ἔγραψεν ἀνθρωπίνως φέρειν τὴν εὐτυχίαν καὶ τοὺς αἰχμαλώτους ἀλλάξασθαι χρημάτων πλῆθος λαβόντα·
ダレイオスはバビロンに到着し、イッソスの戦いの生存者たちを再び集めると、大いなる災難に遭遇したにもかかわらず気落ちすることなく、むしろアレクサンドロスに手紙を書いて、幸運を人間らしく受け入れ、多額の金を受け取って捕虜を交換するよう求めた。
προσετίθει δὲ καὶ τῆς Ἀσίας τὴν ἐντὸς Ἅλυος χώραν καὶ πόλεις συγχωρήσειν, ἐὰν βουληθῇ γενέσθαι φίλος.
また、もしアレクサンドロスが友人になることを望むなら、アジアのうちハリュス川より内側の地域と諸都市を譲渡する、と言い添えた。
§17.39.2ὁ δʼ Ἀλέξανδρος συναγαγὼν τοὺς φίλους καὶ τὴν μὲν ἀληθινὴν ἐπιστολὴν ἀποκρυψάμενος, ἑτέραν δὲ γράψας ῥέπουσαν πρὸς τὸ ἑαυτῷ συμφέρον προσήνεγκε τοῖς συνέδροις καὶ τοὺς πρέσβεις ἀπράκτους ἐξαπέστειλεν.
しかしアレクサンドロスは、友人たちを召集すると、本物の手紙は隠し、自分に都合が良いように書き改めた別の手紙を会議の出席者たちに提示し、使節たちを目的を達せられないまま追い返した。
§17.39.3διόπερ ὁ Δαρεῖος ἀπογνοὺς τὴν διὰ τῶν ἐπιστολῶν σύνθεσιν παρασκευὰς μεγάλας ἐποιεῖτο πρὸς τὸν πόλεμον καὶ τοὺς μὲν κατὰ τὴν τροπὴν ἀποβεβληκότας τὰς πανοπλίας καθώπλιζεν, ἄλλους δʼ ἐπιλεγόμενος εἰς στρατιωτικὰς τάξεις κατέγραφε·
そのため、ダレイオスは手紙による交渉を諦め、戦争への大規模な準備を開始し、敗走の際に武具を失った者たちに再び武装を施し、別の人々を選び抜いて軍の部隊に登録した。
τὰς δʼ ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις, ἃς ἀπολελοιπὼς ἦν διὰ τὴν ὀξύτητα τῆς στρατείας, μετεπέμπετο.
また、遠征の急速さゆえに残してきていた上部サトラペイアの軍勢を召喚した。
§17.39.4καὶ τέλος τοσαύτην εἰσηνέγκατο σπουδὴν εἰς τὴν κατασκευὴν τῆς δυνάμεως ὥστε διπλασίαν γενέσθαι τῆς ἐν Ἰσσῷ παραταξαμένης·
そしてついに、彼は軍勢の編成に非常に大きな熱意を傾けたため、それはイッソスで対陣した軍勢の二倍に達するほどとなった。
ὀγδοήκοντα μὲν γὰρ μυριάδες πεζῶν, εἴκοσι δʼ ἱππέων ἠθροίσθησαν καὶ χωρὶς ἁρμάτων δρεπανηφόρων πλῆθος.
実際、八十万の歩兵と二十万の騎兵、さらにこれらとは別に多数の鎌付き戦車が集められたのである。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、これらの出来事はこの年のうちに起こった。