Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.38.1-17.38.7

ダレイオスの家族の優遇とアレクサンドロスの寛容

643 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはダレイオスの家族への待遇をさらに手厚くすることを約束し、幼い子供の才を称えた。著者は、軍事的な勝利が運に左右されるのに対し、勝者による慈悲こそは純粋な知恵から生まれる最高の偉業であると称賛する。

§17.38.1περιέθηκε γὰρ αὐτῇ κόσμον τε βασιλικὸν καὶ τὸ προγεγονὸς ἀξίωμα ταῖς προσηκούσαις τιμαῖς ἀποκατέστησε·
というのも、彼は彼女に王の装飾を身にまとわせ、これにふさわしい名誉を与えてかつての威厳を取り戻させたからである。
τὴν μὲν γὰρ θεραπείαν αὐτῇ πᾶσαν τὴν δοθεῖσαν ὑπὸ Δαρείου παρέδωκεν, ἰδίαν δʼ ἄλλην οὐκ ἐλάττονα τῆς προϋπαρχούσης προσεδωρήσατο καὶ τῆς μὲν τῶν παρθένων ἐκδόσεως βέλτιον τῆς Δαρείου κρίσεως ἐπηγγείλατο προνοήσεσθαι, τὸν παῖδα δὲ θρέψειν ὡς υἱὸν ἴδιον καὶ βασιλικῆς τιμῆς ἀξιώσειν.
すなわち、ダレイオスから与えられていたお付きの者たちをすべて彼女に引き渡しただけでなく、以前からあったものに劣らない、彼自身からの別のお付きの者たちを新たに進呈し、さらに王女たちの婚姻については、ダレイオスの定めた方針よりも優れた形で配慮することを約束し、その男児については自分自身の息子のように育てて王としての名誉に値するようにする、とした。
§17.38.2προσκαλεσάμενος δʼ αὐτὸν καὶ φιλήσας, ὡς εἶδεν ἀδεῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα, πρὸς τοὺς περὶ τὸν Ἡφαιστίωνα εἶπεν ὅτι ὁ παῖς ὢν ἓξ ἐτῶν καὶ τὴν ἀρετὴν ὑπὲρ τὴν ἡλικίαν προφαίνων πολλῷ βελτίων ἐστὶ τοῦ πατρός.
そして、その子を自分の手元に呼んで接吻した際、その子が怯えることなく見つめ返し、まったくうろたえないのを見て、ヘファイスティオンとその周囲の者たちに向かって、この子は六歳でありながら、その年齢を超えた優れた気性を現しており、父親よりもはるかに優れていると言った。
περὶ δὲ τῆς Δαρείου γυναικὸς καὶ τῆς περὶ αὐτὴν σεμνότητος πρόνοιαν ἕξειν ἔφησεν ὅπως μηδὲν ἀνάξιον πάθῃ τῆς προγεγενημένης εὐδαιμονίας.
また、ダレイオスの妻とその品位については、彼女がかつての幸福にふさわしい不当な扱いを受けることのないよう、配慮するつもりであると述べた。
§17.38.3πολλὰ δὲ καὶ ἄλλα πρὸς ἔλεον καὶ φιλανθρωπίαν διαλεχθεὶς ἐποίησε τὰς γυναῖκας διὰ τὸ μέγεθος τῆς ἀνελπίστου χαρᾶς εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα.
アレクサンドロスは、哀れみと人間愛に満ちたその他多くの言葉を語り、予期せぬ喜びの大きさゆえに、女性たちを抑えきれない涙へと沈ませた。
ἐπὶ δὲ πᾶσι τοῖς προειρημένοις δοὺς τὴν δεξιὰν οὐ μόνον ὑπὸ τῶν εὖ παθόντων ἐπαίνων ἐτύγχανεν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς συστρατευομένοις περιβόητον ἔσχε τὴν ὑπερβολὴν τῆς ἐπιεικείας.
これらすべての約束の上に右手を差し出すことで、彼は恩恵を被った人々から称賛を得ただけでなく、すべての戦友たちの間でも、その際立った寛大さが広く知れ渡ることとなった。
§17.38.4καθόλου δʼ ἔγωγε νομίζω πολλῶν καὶ καλῶν ἔργων ὑπʼ Ἀλεξάνδρου συντετελεσμένων μηδὲν τούτων μεῖζον ὑπάρχειν μηδὲ μᾶλλον ἄξιον ἀναγραφῆς καὶ μνήμης ἱστορικῆς εἶναι.
総じて私としては、アレクサンドロスによって成し遂げられた多くの輝かしい偉業の中でも、これより大きなものは存在せず、また歴史の記録と記憶にこれほど値するものはないと考えている。
§17.38.5αἱ μὲν γὰρ τῶν πόλεων πολιορκίαι καὶ παρατάξεις καὶ τὰ ἄλλα τὰ κατὰ τὸν πόλεμον προτερήματα τὰ πλείονα διὰ τύχην ἢ διʼ ἀρετὴν ἐπιτυγχάνεται, ὁ δʼ ἐν ταῖς ἐξουσίαις εἰς τοὺς ἐπταικότας ἔλεος μεριζόμενος διὰ μόνης τῆς φρονήσεως γίνεται.
なぜなら、都市の包囲や会戦、その他戦争における勝利の多くは、徳によるというよりもむしろ運によって達成されるものであるのに対し、権力を握っている中で、過ちを犯した者に対して施される哀れみは、知恵のみを通じて生じるものだからである。
§17.38.6οἱ πλεῖστοι γὰρ διὰ τὴν εὐτυχίαν ἐπαίρονται μὲν ταῖς εὐπραξίαις, ὑπερήφανοι δʼ ἐν ταῖς εὐτυχίαις γινόμενοι τῆς ἀνθρωπίνης καὶ κοινῆς ἀσθενείας ἐπιλανθάνονται·
多くの人々は幸運のためにその成功によって得意になり、自らの幸運の中で傲慢になって、人間に共通する脆さを忘れてしまう。
διὸ καὶ τοὺς πλείστους ὁρᾶν ἔστι τὴν εὐτυχίαν ὥσπερ τι βαρὺ φορτίον φέρειν ἀδυνατοῦντας.
それゆえ、多くの人々が幸運をまるで重い荷物であるかのように、持ちこたえられずにいるのを目にすることがある。
§17.38.7Ἀλέξανδρος μὲν οὖν, καίπερ πολλαῖς γενεαῖς προγεγονὼς τοῦ καθʼ ἡμᾶς βίου, τυγχανέτω καὶ παρὰ τῶν μεταγενεστέρων δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἀρεταῖς ἐπαίνου.
それゆえ、アレクサンドロスは、私たちの生きる時代より何世代も前に先立つ存在であるとはいえ、後世の人々からも、自身の徳にふさわしい、正当な称賛を得るべきである。

語釈・文法注

  1. 17.38.1τῆς μὲν τῶν παρθένων ἐκδόσεως ... προνοήσεσθαι — προνοήσεσθαι(προνοέομαι の未来不定詞)は属格 ἐκδόσεως を支配している。βέλτιον τῆς Δαρείου κρίσεως は比較級を用いた副詞的修飾であり、ダレイオスの計画よりも優れた形で配慮することを意味する。
  2. 17.38.2ὡς εἶδεν ἀδεῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα — 知覚動詞 εἶδεν(ὁράω のアオリスト)の目的語として、分詞 βλέψαντα と καταπλαγέντα が対格で用いられており、意味上の主語(ダレイオスの幼い息子)が省略されている。
  3. 17.38.3ἐποίησε τὰς γυναῖκας ... εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα — ποιέω +対格+不定詞(ἐποίησε ... προπεσεῖν)で使役の構文を形成し、「女性たちをして〜へと沈ませた(涙を流させた)」の意味になる。
  4. 17.38.4πολλῶν καὶ καλῶν ἔργων ὑπʼ Ἀλεξάνδρου συντετελεσμένων — 属格独立分詞構文であり、ここでは譲歩(〜であるにもかかわらず)のニュアンスで主節 μηδὲν τούτων μεῖζον ὑπάρχειν(主動詞 νομίζω に依存する対格不定詞句)に係っている。
  5. 17.38.5ὁ δʼ ... ἔλεος μεριζόμενος — 前節の αἱ μὲν ... πολιορκίαι に対比される主語。動詞 μερίζομαι の中・受動分詞 μεριζόμενος が名詞 ἔλεος に係り、「分け与えられる慈悲」を表す。
  6. 17.38.7τυγχανέτω ... δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἀρεταῖς ἐπαίνου — 命令法三人称単数 τυγχανέτω(τυγχάνω)は属格を支配し、ここでは ἐπαίνου がその目的語。与格の ταῖς ἰδίαις ἀρεταῖς は形容詞(分詞) πρέποντος(ふさわしい)に支配されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.38.1-17.38.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.38.1-17.38.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。