§17.36.1οἱ δʼ ἐπιεικέστατοι τῶν Μακεδόνων τὴν μεταβολὴν τῆς τύχης ὁρῶντες συμπαθεῖς ἐγίνοντο καὶ τὰς τῶν ἀκληρούντων συμφορὰς ἠλέουν, αἷς τὰ μὲν προσήκοντα καὶ μεγάλα μακρὰν ἀπήρτητο, τὰ δʼ ἀλλόφυλα καὶ πολέμια παρῆν σύνεγγυς καὶ πρὸς ἀτυχῆ καὶ ἐπονείδιστον αἰχμαλωσίαν παρώρμητο.
而马其顿人中最体面、温和的人,看到命运的变幻,产生了同情心,并怜悯这些不幸妇女的悲惨遭遇;对她们而言,那些体面和尊贵的事物已离她们远去,而异族和敌对的事物近在咫尺,将她们推向不幸而可耻的囚徒境地。
§17.36.2μάλιστα δὲ τοὺς παρόντας εἰς δάκρυα καὶ συμπάθειαν ἤγαγεν ἡ Δαρείου μήτηρ καὶ γυνὴ καὶ δύο θυγατέρες ἐπίγαμοι καὶ υἱὸς παῖς τὴν ἡλικίαν.
最让在场者落泪和动容的,是达里乌斯的母亲、妻子、两个到了出嫁年龄的女儿,以及一个年纪尚幼的儿子。
§17.36.3ἐπὶ γὰρ τούτων ἡ μεταβολὴ τῆς τύχης καὶ τὸ μέγεθος τῶν ἀνελπίστων ἀκληρημάτων ἐν ὄψει κείμενον εὐλόγως τοὺς ὁρῶντας ἐποίει συμπάσχειν τοῖς ἠτυχηκόσι.
因为在她们身上,命运的无常和意想不到的巨大不幸清晰地呈现在人们眼前,自然而然地使目击者对这些不幸的人产生同情。
§17.36.4περὶ μὲν γὰρ Δαρείου πότερον ζῇ καὶ περίεστιν ἢ καὶ μετὰ τῆς τῶν ἄλλων φθορᾶς ἀπόλωλεν οὐκ ἐγίνωσκον, ἑώρων δὲ τὴν σκηνὴν διαρπάζοντας ἐνόπλους πολεμίους ἄνδρας, ἀγνοοῦντας μὲν τὰς ἡλωκυίας, πολλὰ δὲ διὰ τὴν ἄγνοιαν ἀπρεπῆ πράττοντας, καὶ τὸ σύνολον ὅλην τὴν Ἀσίαν αἰχμάλωτον μεθʼ αὑτῶν γεγενημένην καὶ ταῖς μὲν τῶν σατραπῶν γυναιξὶ προσπιπτούσαις καὶ δεομέναις βοηθεῖν οὐχ οἷον συνεπιλαβέσθαι τινὸς ἴσχυον, ἀλλὰ καὶ αὐταὶ ταύτας ἠξίουν συνεπικουρῆσαι τοῖς ἑαυτῶν ἀκληρήμασιν.
她们一方面不知道达里乌斯是生是死,还是已与其他人的毁灭一同消亡;另一方面,她们看着武装的敌军男子在营帐内肆意掠夺,那些人不知道这些被俘女子的身份,因无知而做出许多失礼之举。 总之,她们眼见整个亚洲与自己一同沦为阶下囚,以至于当那些总督的妻子们跪倒在她们面前求助时,她们不仅无法给予任何帮助,反而还请求这些妻子们共同分担并协助她们面对自己的不幸。
§17.36.5οἱ δὲ τοῦ βασιλέως παῖδες καταλαβόμενοι τὴν τοῦ Δαρείου σκηνὴν τἀκείνου λουτρὰ καὶ δεῖπνα παρεσκευάζοντο καὶ λαμπάδων πολλὴν πυρὰν ἅψαντες προσεδέχοντο τὸν Ἀλέξανδρον, ὅπως ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ καταλαβὼν ἑτοίμην πᾶσαν τὴν παρασκευὴν τοῦ Δαρείου οἰωνίσηται τὴν ὅλην τῆς Ἀσίας ἡγεμονίαν.
与此同时,国王的侍从们占领了达里乌斯的营帐,为亚历山大准备好达里乌斯的沐浴和晚餐,并点燃了许多火把迎候,以便亚历山大追击归来,看到达里乌斯的一切完备陈设,能以此作为获得整个亚洲统治权的吉兆。
§17.36.6κατὰ δὲ τὴν μάχην ἐτελεύτησαν τῶν βαρβάρων πεζοὶ μὲν πλείους τῶν δέκα μυριάδων, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν μυρίων, τῶν δὲ Μακεδόνων πεζοὶ μὲν εἰς τριακοσίους, ἱππεῖς δὲ περὶ ἑκατὸν καὶ πεντήκοντα.
在这场战役中,野蛮人战死步兵十万余人,骑兵不少于一万人;而马其顿人战死步兵约三百人,骑兵约一百五十人。
ἡ μὲν οὖν ἐν Ἰσσῷ τῆς Κιλικίας μάχη τοιοῦτον ἔσχε τὸ τέλος.
至此,在基利家伊苏斯的战役就这样结束了。