§17.35.1νυκτὸς δʼ ἐπιλαβούσης οἱ μὲν Πέρσαι ῥᾳδίως διεσπάρησαν εἰς πολλοὺς τόπους, οἱ δὲ Μακεδόνες παυσάμενοι τοῦ διωγμοῦ πρὸς ἁρπαγὴν ὥρμησαν καὶ μάλιστα περὶ τὰς βασιλικὰς σκηνὰς διὰ τὸ πλῆθος τῆς πολυτελείας ἠσχολοῦντο.
夜幕降临时,波斯人轻易地分散到了许多地方,而马其顿人则停止了追击,投身于掠夺,尤其是在国王的营帐周围,由于奢侈品极多而忙于搜刮。
§17.35.2διόπερ πολὺς μὲν ἄργυρος, οὐκ ὀλίγος δὲ χρυσός, παμπληθεῖς δὲ καὶ πολυτελεῖς ἐσθῆτες ἐκ τῆς βασιλικῆς γάζης διεφοροῦντο.
因此,大量的银器、不少的金子以及无数高贵的衣服从国王的财宝中被洗劫一空。
ὁμοίως δὲ καὶ τῶν τοῦ βασιλέως φίλων καὶ συγγενῶν καὶ τῶν ἄλλων ἡγεμόνων οὐκ ὀλίγος διηρπάγη πλοῦτος.
同样,国王的友人、亲属以及其他指挥官的不菲财富也遭到了掠夺。
§17.35.3οὐ μόνον γὰρ αἱ τῆς βασιλικῆς οἰκίας, ἀλλὰ καὶ αἱ τῶν συγγενῶν καὶ φίλων γυναῖκες ἐφʼ ἁρμάτων ὀχούμεναι καταχρύσων συνηκολούθουν κατά τι πάτριον ἔθος τῶν Περσῶν·
因为不仅是王室的女子,连同亲属和友人们的妻子,也按照波斯人某种祖传的习俗,乘坐着镀金的马车随行。
§17.35.4ἑκάστη δὲ τούτων διὰ τὴν ὑπερβολὴν τοῦ πλούτου καὶ τῆς τρυφῆς περιήγετο πλῆθος πολυδαπάνου κατασκευῆς καὶ γυναικείου κόσμου.
这些妇女中的每一个人,由于极度的富足和奢华,随身携带了大量昂贵的器皿和女性饰品。
πάθος δʼ ἦν δεινότατον περὶ τὰς αἰχμαλωτιζομένας γυναῖκας.
然而,对于那些沦为俘虏的妇女来说,却发生了极度惨痛的苦难。
§17.35.5αἱ γὰρ πρότερον διὰ τρυφὴν ἐπʼ ἀπήναις πολυτελέσι μόγις κατακομιζόμεναι καὶ γυμνὸν μέρος τοῦ σώματος οὐδὲν φαίνουσαι, τότε μονοχίτωνες καὶ τὰς ἐσθῆτας περιρρήττουσαι μετʼ ὀδυρμῶν ἐκ τῶν σκηνῶν ἐξεπήδων, ἐπιβοώμεναι θεοὺς καὶ προσπίπτουσαι τοῖς τῶν κρατούντων γόνασι.
因为那些昔日由于娇贵而勉强乘着奢华马车出行、不露身体任何裸露部分的妇女,此时却只穿着单薄的内衣,撕裂着衣服,哭喊着冲出营帐,呼求着神明,并跪倒在征服者的膝下。
§17.35.6περιαιρούμεναι δὲ ταῖς χερσὶ τρεμούσαις τὸν τοῦ σώματος κόσμον καὶ τὰς κόμας ἀνειμέναι διὰ τόπων τραχέων ἔθεον καὶ πρὸς ἀλλήλας συντρέχουσαι βοηθοὺς ἐπεκαλοῦντο τὰς παρʼ ἑτέρων ἐπικουρίας δεομένας.
她们用颤抖的双手扯下身上的饰物,散开头发,在崎岖的道路上奔跑,彼此聚在一起,向那些自身也同样需要他人帮助的人呼救。
§17.35.7ἦγον δʼ αὐτὰς οἱ μὲν ἀπὸ τῆς κόμης ἐπισπώμενοι τὰς ἠτυχηκυίας, οἱ δὲ τὰς ἐσθῆτας περιρηγνύντες καὶ γυμνοῖς τοῖς σώμασιν ἐπιβάλλοντες τὰς χεῖρας καὶ ταῖς στάθμαις τῶν δοράτων τύπτοντες καὶ τὰ τιμιώτατα καὶ περιβόητα τῶν βαρβάρων ταῖς τῆς τύχης δωρεαῖς ὑβρίζοντες.
有些人拉着这些不幸妇女的头发拖着她们走,有些人撕裂她们的衣服,将手放在她们赤裸的身体上,用矛柄抽打她们,并借着命运的恩赐,肆意凌辱这些野蛮人中最显贵、最负盛名的女性。