Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.33.1-17.33.7

伊苏斯战役的爆发与骑兵交战

第 638 段,共 723 段 · 希腊语

内容简介

亚历山大得知大流士逼近后部署全军并激励士气,两军在伊苏斯展开激烈交战。在亚历山大直接冲向大流士的同时,双方骑兵激烈厮杀,在震耳欲聋的呐喊声中展开难分难解的恶战。

§17.33.1τῶν δὲ κατασκόπων ἀπαγγειλάντων αὐτῷ τριάκοντα σταδίους ἀπέχειν τὸν Δαρεῖον καὶ συντεταγμένῃ τῇ δυνάμει προσιέναι καταπληκτικῶς, ὑπολαβὼν παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν ὥστε μιᾷ παρατάξει νικήσαντα καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοὺς μὲν στρατιώτας τοῖς οἰκείοις λόγοις παρεκάλεσεν ἐπὶ τὸν περὶ τῶν ὅλων ἀγῶνα, τὰ δὲ τάγματα τῶν στρατιωτῶν καὶ τὰς τῶν ἱππέων εἴλας οἰκείως τοῖς ὑποκειμένοις τόποις διατάξας τοὺς μὲν ἱππεῖς ἐπέστησε πρὸ πάσης τῆς στρατιᾶς, τὴν δὲ τῶν πεζῶν φάλαγγα κατόπιν ἐφεδρεύειν προσέταξεν.
当侦察兵向他报告大流士距离仅有三十斯塔德,并正以整齐的队形、令人畏惧地逼近时,亚历山大认为神明已赐予他一个通过一次会战获胜来推翻波斯统治的良机,于是用合宜的话语激励士兵们投入这场决定一切的决战。 他根据地形妥善部署了步兵各旅和骑兵各队,将骑兵部署在全军的最前面,并下令步兵方阵在后方待命。
§17.33.2αὐτὸς δὲ προηγούμενος τοῦ δεξιοῦ μέρους ἀπήντα τοῖς πολεμίοις, ἔχων μεθʼ ἑαυτοῦ τοὺς κρατίστους τῶν ἱππέων· τὸ δʼ εὐώνυμον μέρος ἐπεῖχον οἱ τῶν Θετταλῶν ἱππεῖς, πολὺ τῶν ἄλλων διαφέροντες ταῖς τε ἀνδραγαθίαις καὶ ταῖς ἐμπειρίαις.
他自己率领右翼迎击敌人,身边携带着最精锐的骑兵;而左翼则由色萨利骑兵占据,他们在武勇和经验上都远超其他人。
§17.33.3ὡς δʼ αἱ δυνάμεις ἐντὸς βέλους ἐγίνοντο, τοῖς μὲν περὶ τὸν Ἀλέξανδρον ἐπέρριψαν οἱ βάρβαροι τοσοῦτον πλῆθος βελῶν ὥστε διὰ τὴν πυκνότητα τῶν βαλλομένων ἀλλήλοις συγκρουόντων ἀσθενεστέρας γίνεσθαι τὰς πληγάς.
当两军进入射程之内时,蛮族向亚历山大及其身边的人投射了如此数量众多的飞弹,以至于由于投掷物的密集而互相碰撞,使得击打的力量都变弱了。
§17.33.4τῶν δὲ σαλπικτῶν παρʼ ἀμφοτέροις τὸ πολεμικὸν σημαινόντων οἱ Μακεδόνες πρῶτοι συναλαλάξαντες βοὴν ἐξαίσιον ἐποίησαν, μετὰ δὲ ταῦτα τῶν βαρβάρων ἀντιφθεγξαμένων συνήχησε μὲν ἡ σύνεγγυς ὀρεινὴ πᾶσα, τὸ δὲ μέγεθος τῆς βοῆς ὑπερῆρε τὴν προγεγενημένην κραυγήν, ὡς ἂν πεντήκοντα μυριάδων μιᾷ φωνῇ συνηχουσῶν.
随着双方的号手吹响战斗号角,马其顿人首先齐声高呼,发出惊人的呐喊;随后蛮族也随之呼喊回应,附近所有的山区都随之共鸣,这呐喊声的宏大程度超过了先前的呼号,仿佛有五十万人用同一个声音一齐震响。
§17.33.5ὁ δʼ Ἀλέξανδρος πάντῃ τὴν ὄψιν βάλλων καὶ σπεύδων κατιδεῖν τὸν Δαρεῖον ἅμα τῷ κατανοῆσαι παραχρῆμα μετὰ τῶν περὶ αὐτὸν ἱππέων ἐπʼ αὐτὸν ἐφέρετο τὸν βασιλέα, σπεύδων οὐχ οὕτω καταπροτερῆσαι τῶν Περσῶν ὡς τὸ διʼ αὑτοῦ περιποιήσασθαι τὴν νίκην.
亚历山大向四面八方投去目光,急于看清大流士,一认出他,便立刻率领身边的骑兵向这位国王本人冲去,他渴望的与其说是压倒波斯人,不如说是通过自己的双手亲手赢得胜利。
§17.33.6ἅμα δὲ τούτῳ καὶ τῶν ἄλλων ἁπάντων ἱππέων συμπεσόντων ἀλλήλοις καὶ πολλοῦ φόνου γινομένου ἡ μὲν μάχη διὰ τὰς τῶν ἀγωνιζομένων ἀρετὰς ἀμφίδοξον εἶχε τὴν τῶν ὅλων κρίσιν· ἐταλαντεύετο γὰρ δεῦρο κἀκεῖσε, τῆς τροπῆς ἐναλλὰξ γινομένης.
与此同时,所有其他骑兵也都互相厮杀在一起,造成了惨重的伤亡,由于参战者的英勇,战斗使得大局的胜负难以预料;因为战局在此处与彼处之间摇摆不定,胜败交替发生。
§17.33.7οὔτε γὰρ ἀκοντίσας οὔτε πατάξας οὐδεὶς ἄπρακτον ἔσχε τὴν πληγήν, ὡς ἂν διὰ τὸ πλῆθος ἑτοίμου τοῦ σκοποῦ κειμένου.
因为无论是投掷标枪还是进行打击,没有人的攻击是落空的,因为人数众多,目标就赫然摆在眼前。
διὸ καὶ πολλοὶ τραύμασιν ἐναντίοις περιτυγχάνοντες ἔπιπτον καὶ μέχρι τῆς ἐσχάτης ἀναπνοῆς θυμομαχοῦντες τὸ ζῆν πρότερον ἢ τὴν ἀρετὴν ἐξέλειπον.
因此,许多人在正面受伤后纷纷倒下,他们拼死战斗直至最后一息,宁愿先失去生命,也不愿丧失他们的武勇。

词汇与语法注释

  1. 17.33.1νικήσαντα — 虽然不定式 καταλῦσαι 的逻辑主语与主节主语相同,但分词 νικήσαντα 采用了宾格而非主格(νικήσας)。这是因为在 ὥστε 引导的不定式从句中,逻辑主语通常被视为宾格,或者受到了前文宾格代词或宾格不定式结构(δεδόσθαι)的影响。
  2. 17.33.3τῶν βαλλομένων ἀλλήλοις συγκρουόντων — 该属格结构依赖于前置词 διὰ 所支配的宾格 τὴν πυκνότητα(密集)。名词化的中性分词 τῶν βαλλομένων(被投掷之物)被同属格的分词 συγκρουόντων(碰撞)修饰,表达了投掷物在空中因过于密集而互相碰撞的动作。
  3. 17.33.4ὡς ἂν πεντήκοντα μυριάδων μιᾷ φωνῇ συνηχουσῶν — ὡς 顺应 ἄν 结合属格独立结构(πεντήκοντα μυριάδων ... συνηχουσῶν)的用法。小词 ἄν 的加入引入了虚拟或假设的语气,增强了对比的修辞效果(“仿佛有五十万人用同一个声音一齐共鸣”)。
  4. 17.33.7τὸ ζῆν πρότερον ἢ τὴν ἀρετὴν ἐξέλειπον — 冠词性不定式 τὸ ζῆν(生存)与名词 τὴν ἀρετήν(美德/勇气)通过 πρότερον ἤ(比……更早/宁愿……也不)进行对比,作为动词 ἐξέλειπον(失去/放弃)的并列宾语。此句修辞性地强调了战士们直至死亡也坚守武勇,宁可失去生命也不愿丢弃尊严。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.33.1-17.33.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.33.1-17.33.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。