§17.33.1τῶν δὲ κατασκόπων ἀπαγγειλάντων αὐτῷ τριάκοντα σταδίους ἀπέχειν τὸν Δαρεῖον καὶ συντεταγμένῃ τῇ δυνάμει προσιέναι καταπληκτικῶς, ὑπολαβὼν παρὰ τῶν θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν ὥστε μιᾷ παρατάξει νικήσαντα καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοὺς μὲν στρατιώτας τοῖς οἰκείοις λόγοις παρεκάλεσεν ἐπὶ τὸν περὶ τῶν ὅλων ἀγῶνα, τὰ δὲ τάγματα τῶν στρατιωτῶν καὶ τὰς τῶν ἱππέων εἴλας οἰκείως τοῖς ὑποκειμένοις τόποις διατάξας τοὺς μὲν ἱππεῖς ἐπέστησε πρὸ πάσης τῆς στρατιᾶς, τὴν δὲ τῶν πεζῶν φάλαγγα κατόπιν ἐφεδρεύειν προσέταξεν.
偵察兵たちが彼に、ダレイオスが三十スタディオンの距離に迫っており、整えられた軍勢を率いて恐るべき様子で近づいていると報告したとき、アレクサンドロスは、神々から自分に、一回の会戦で勝利してペルシアの支配を覆す好機が与えられたと受け取り、兵士たちをふさわしい言葉で、すべてを決する戦いへと励ました。 そして兵士たちの部隊と騎兵の隊を、その地形にふさわしく配置し、騎兵を全軍の前に整列させ、歩兵のファランクスには後方で控えるように命じた。
§17.33.2αὐτὸς δὲ προηγούμενος τοῦ δεξιοῦ μέρους ἀπήντα τοῖς πολεμίοις, ἔχων μεθʼ ἑαυτοῦ τοὺς κρατίστους τῶν ἱππέων·
彼自身は右翼を率いて敵を迎え撃ち、自身とともに最強の騎兵たちを伴っていた。
τὸ δʼ εὐώνυμον μέρος ἐπεῖχον οἱ τῶν Θετταλῶν ἱππεῖς, πολὺ τῶν ἄλλων διαφέροντες ταῖς τε ἀνδραγαθίαις καὶ ταῖς ἐμπειρίαις.
一方、左翼はテッサリアの騎兵たちが占めており、彼らはその武勇と経験において他の者たちよりもはるかに秀でていた。
§17.33.3ὡς δʼ αἱ δυνάμεις ἐντὸς βέλους ἐγίνοντο, τοῖς μὲν περὶ τὸν Ἀλέξανδρον ἐπέρριψαν οἱ βάρβαροι τοσοῦτον πλῆθος βελῶν ὥστε διὰ τὴν πυκνότητα τῶν βαλλομένων ἀλλήλοις συγκρουόντων ἀσθενεστέρας γίνεσθαι τὰς πληγάς.
両軍が射程内に入ると、バルバロイはアレクサンドロスとその周囲の者たちに、きわめて多くの投射兵器を投げ浴びせたため、放たれたものの密度によってそれらが互いに衝突し、その打撃が弱まるほどであった。
§17.33.4τῶν δὲ σαλπικτῶν παρʼ ἀμφοτέροις τὸ πολεμικὸν σημαινόντων οἱ Μακεδόνες πρῶτοι συναλαλάξαντες βοὴν ἐξαίσιον ἐποίησαν, μετὰ δὲ ταῦτα τῶν βαρβάρων ἀντιφθεγξαμένων συνήχησε μὲν ἡ σύνεγγυς ὀρεινὴ πᾶσα, τὸ δὲ μέγεθος τῆς βοῆς ὑπερῆρε τὴν προγεγενημένην κραυγήν, ὡς ἂν πεντήκοντα μυριάδων μιᾷ φωνῇ συνηχουσῶν.
両軍の喇叭手たちが突撃の合図を鳴らすと、マケドニア人が最初に一斉に鬨の声をあげて、凄まじい叫び声を響かせた。 その後、バルバロイがそれに応えて叫ぶと、近くの山々全体が共鳴し、その叫び声の大きさは以前の叫びを上回った。 それはまるで五十万人が一つの声で一斉に叫び声を響かせているかのようであった。
§17.33.5ὁ δʼ Ἀλέξανδρος πάντῃ τὴν ὄψιν βάλλων καὶ σπεύδων κατιδεῖν τὸν Δαρεῖον ἅμα τῷ κατανοῆσαι παραχρῆμα μετὰ τῶν περὶ αὐτὸν ἱππέων ἐπʼ αὐτὸν ἐφέρετο τὸν βασιλέα, σπεύδων οὐχ οὕτω καταπροτερῆσαι τῶν Περσῶν ὡς τὸ διʼ αὑτοῦ περιποιήσασθαι τὴν νίκην.
一方、アレクサンドロスはあらゆる方向に視線を向け、ダレイオスを見極めようと急いだが、彼を認めるやいなや、直ちに自分の周りの騎兵たちとともに、その王に向かって突進した。 ペルシア人たちを圧倒することよりも、自らの手で勝利を勝ち取ることを強く望んでいたからである。
§17.33.6ἅμα δὲ τούτῳ καὶ τῶν ἄλλων ἁπάντων ἱππέων συμπεσόντων ἀλλήλοις καὶ πολλοῦ φόνου γινομένου ἡ μὲν μάχη διὰ τὰς τῶν ἀγωνιζομένων ἀρετὰς ἀμφίδοξον εἶχε τὴν τῶν ὅλων κρίσιν·
これと同時に、他のすべての騎兵たちも互いに衝突し合い、多くの殺戮が生じたため、戦闘は、戦う者たちの勇気のゆえに、大局の決定を予測しがたいものとしていた。
ἐταλαντεύετο γὰρ δεῦρο κἀκεῖσε, τῆς τροπῆς ἐναλλὰξ γινομένης.
というのも、戦況はこちらへあちらへと揺れ動き、敗走が交互に生じていたからである。
§17.33.7οὔτε γὰρ ἀκοντίσας οὔτε πατάξας οὐδεὶς ἄπρακτον ἔσχε τὴν πληγήν, ὡς ἂν διὰ τὸ πλῆθος ἑτοίμου τοῦ σκοποῦ κειμένου.
なぜなら、槍を投げた者も、打撃を加えた者も、誰もその一撃を無駄にすることはなかったからである。 多勢のせいで、標的が目の前に手近に存在していたからである。
διὸ καὶ πολλοὶ τραύμασιν ἐναντίοις περιτυγχάνοντες ἔπιπτον καὶ μέχρι τῆς ἐσχάτης ἀναπνοῆς θυμομαχοῦντες τὸ ζῆν πρότερον ἢ τὴν ἀρετὴν ἐξέλειπον.
それゆえに、多くの者が正面からの傷を負って倒れ、最後の息を引き取るまで勇敢に戦い、自らの武勇よりも先に命を失っていった。