Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.32.1-17.32.4

逮捕林克斯蒂斯人与占领隘口

第 637 段,共 723 段 · 希腊语

内容简介

亚历山大因其母奥林匹亚斯的警告,逮捕了涉嫌叛乱的林克斯蒂斯的亚历山大。在大流士逼近之际,帕曼纽占领了名为“门”的险隘,而当地居民则倒向波斯一方。

§17.32.1ἡ δὲ μήτηρ τοῦ βασιλέως ἔγραψε πρὸς τὸν Ἀλέξανδρον τά τε ἄλλα τῶν χρησίμων καὶ διότι φυλάξασθαι προσήκει τὸν Λυγκηστὴν Ἀλέξανδρον.
国王的母亲写信给亚历山大,除了其他有益的建议外,还提到他应当警惕林克斯蒂斯的亚历山大。
οὗτος δʼ ὢν ἀνδρείᾳ διάφορος καὶ φρονήματος πλήρης καὶ συμπαρακολουθῶν τῷ βασιλεῖ μετὰ τῶν ἄλλων φίλων ἐπιστεύετο.
此人因勇敢过人、野心勃勃,且与其他亲信一同随行于国王左右,因而深受信任。
§17.32.2πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολὴν συλληφθεὶς καὶ δεθεὶς εἰς φυλακὴν παρεδόθη, ὡς τευξόμενος δικαστηρίου.
但在许多其他合理的迹象也指向这一控告的情况下,他被逮捕并捆绑起来,送入监狱关押,以待接受审判。
ὁ δὲ Ἀλέξανδρος πυθόμενος τὸν Δαρεῖον ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν Παρμενίωνα μὲν μετὰ τῆς δυνάμεως ἀπέστειλεν προκαταληψόμενον τὰς παρόδους καὶ τὰς ὀνομαζομένας Πύλας· οὗτος δʼ ἐπιβαλὼν τοῖς τόποις καὶ τοὺς προκατειληφότας τὰς δυσχωρίας βαρβάρους βιασάμενος κύριος ἐγένετο τῶν παρόδων.
而亚历山大在得知大流士距离自己仅有几天路程时,便派遣帕曼纽率军前去预先占领通道和被称为“门”的地方;帕曼纽赶到该地,击退了预先占领险要关隘的蛮族,控制了通道。
§17.32.3Δαρεῖος δὲ βουλόμενος εὔζωνον ποιῆσαι τὴν δύναμιν τὰ μὲν σκευοφόρα καὶ τὸν περιττὸν ὄχλον εἰς Δαμασκὸν τῆς Συρίας ἀπέθετο, τὸν δʼ Ἀλέξανδρον πυθόμενος τὰς δυσχωρίας προκατειληφέναι καὶ νομίσας αὐτὸν μὴ τολμᾶν ἐν τῷ πεδίῳ διαγωνίζεσθαι προῆγεν ἐπʼ αὐτὸν σύντομον τὴν ὁδοιπορίαν ποιούμενος.
大流士希望使自己的军队行动轻便,便将辎重和多余的人群安置在叙利亚的大马士革;在得知亚历山大已预先占领险要关隘后,他认为亚历山大不敢在平原上决战,于是急行军向他挺进。
§17.32.4οἱ δʼ ἐγχώριοι τῆς μὲν τῶν Μακεδόνων ὀλιγότητος καταφρονήσαντες, τὸ δὲ πλῆθος τῆς τῶν Περσῶν στρατιᾶς καταπεπληγμένοι καταλιπόντες τὸν Ἀλέξανδρον προσέθεντο τῷ Δαρείῳ καὶ τάς τε τροφὰς καὶ τὴν ἄλλην παρασκευὴν μετὰ πολλῆς προθυμίας ἐχορήγουν τοῖς Πέρσαις καὶ διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην.
当地居民轻视马其顿人的兵力单薄,又对波斯军队的庞大数量感到畏惧,于是背弃亚历山大而归附大流士,并以极大的热情向波斯人提供粮食和其他物资,以他们自己的判断,预示了蛮族的胜利。
ὁ δʼ Ἀλέξανδρος τὴν μὲν Ἰσσὸν πόλιν ἀξιόλογον καταπληξάμενος ἐχειρώσατο·
与此同时,亚历山大威震并攻占了名城伊苏斯。

词汇与语法注释

  1. 17.32.1διότι — 虽然通常表示原因(因为),但此处的作用等同于 ὅτι,引导一个名词性从句来表示信件的具体内容(“即……”)。
  2. 17.32.2πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολὴν — 属格绝对结构。中性复数形容词 εὐλόγων 在此处作名词性使用,意为“合理的依据/令人信服的情况”,表示这些情况与这一指控(διαβολήν)相吻合(συνδραμόντων)。
  3. 17.32.2ὡς τευξόμενος δικαστηρίου — 连词 ὡς 与主格 Landsman 未来分词 τευξόμενος(动词 τυγχάνω 的将来时)结合,表示主语未来的命运或周围人对其的意图(“作为将要接受审判的人”)。
  4. 17.32.4διὰ τῆς ἰδίας κρίσεως προεσήμαινον τοῖς βαρβάροις τὴν νίκην — 动词 προσημαίνω 意为“预示”或“作为预兆”。此处使用未完过去时,描述了当地居民根据他们主观的判断(ἰδίας κρίσεως),已经在预先昭示或确信蛮族(波斯人)的胜利。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.32.1-17.32.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.32.1-17.32.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。