§17.26.1μετὰ δὲ ταῦτα Ἐφιάλτης βουλευομένων τῶν ἡγεμόνων συνεβούλευε μὴ περιμένειν ἕως ἂν ἁλούσης τῆς πόλεως αἰχμάλωτοι καταστῶσιν, ἀλλʼ αὐτοὺς τοὺς ἡγεμόνας προκινδυνεύοντας τῶν μισθοφόρων ἐπιθέσθαι τοῖς πολεμίοις.
在此之后,在将领们商议之际,埃菲阿尔特斯建议不要等待城市失陷而成为俘虏,而应当由将领们亲自率领雇佣兵身先士卒,向敌人发起进攻。
§17.26.2ὁ δὲ Μέμνων ὁρῶν τὸν Ἐφιάλτην πρὸς ἀρετὴν ὁρμώμενον καὶ μεγάλας ἔχων ἐλπίδας ἐν αὐτῷ διὰ τὴν ἀνδρείαν καὶ τὴν τοῦ σώματος ῥώμην συνεχώρησεν αὐτῷ πράττειν ὃ βούλοιτο.
门农看到埃菲阿尔特斯渴望立功,且因他的英勇和体魄强壮而对他寄予厚望,便允许他按自己的意愿行事。
§17.26.3ὁ δὲ δισχιλίους τῶν μισθοφόρων ἐπιλέκτους ἀναλαβὼν καὶ τοῖς ἡμίσεσι διαδοὺς δᾷδας ἡμμένας, τοὺς δʼ ἄλλους ἀντιτάξας τοῖς πολεμίοις ἄφνω τὰς πύλας πάσας ἀνεπέτασεν.
于是,埃菲阿尔特斯从雇佣兵中挑选了两千名精兵,将点燃的火把分发给其中半数人,并让其余的人列队迎敌,随即突然敞开了所有的城门。
ἅμα δʼ ἡμέρᾳ μετὰ τούτων ἐκχυθεὶς τοῖς μὲν μηχανήμασιν ἐνῆκε πῦρ καὶ παραχρῆμα πολλὴν συνέβη γενέσθαι φλόγα,
黎明时分,他率领这些人冲杀出去,向攻城器械纵火,顿时燃起了熊熊大火。
§17.26.4τῶν δʼ ἄλλων ἐν βαθείᾳ φάλαγγι πεπυκνωμένων αὐτὸς προηγεῖτο καὶ τοῖς ἐκβοηθοῦσι Μακεδόσιν ἐπέρραξεν.
在其余人紧密排成深厚的方阵时,他亲自一马当先,猛冲向赶来救援的马其顿人。
ὁ δὲ βασιλεὺς κατανοήσας τὸ γινόμενον τοὺς μὲν προμάχους τῶν Μακεδόνων πρώτους ἔταξε, ἐφέδρους δʼ ἔστησε τοὺς ἐπιλέκτους· ἐπὶ δὲ τούτοις τρίτους ἐπέταξεν ἑτέρους τοὺς ταῖς ἀνδραγαθίαις ὑπεράγοντας.
国王察觉到正在发生的情况,便将马其顿人的前锋战士部署在第一列,将精选的士兵部署为预备队;在他们之后,他又将其他在英勇行为上表现卓越的士兵部署在第三列。
αὐτὸς δὲ πρὸ πάντων τούτων ἡγούμενος ὑπέστη τοὺς πολεμίους, δόξαντας διὰ τὸ βάρος ἀκαταγωνίστους εἶναι.
国王本人在所有这些人最前面领军,迎击由于其队列厚重而显得不可战胜的敌人。
ἐξέπεμψε δὲ καὶ τοὺς κατασβέσοντας τὴν φλόγα καὶ βοηθήσοντας ταῖς μηχαναῖς.
他还派人前去扑灭火焰并营救攻城器械。
§17.26.5ἅμα δὲ παρʼ ἀμφοτέροις τῆς τε βοῆς ἐξαισίου γινομένης καὶ τῶν σαλπίγγων σημαινουσῶν τὸ πολεμικὸν μέγας ἀγὼν συνέστη διὰ τὰς ἀρετὰς τῶν ἀγωνιζομένων καὶ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας.
与此同时,双方都发出了震耳欲聋的呼喊,军号也吹响了战斗号角,由于交战者的英勇和极度高涨的求胜心,展开了一场恶战。
τὸ μὲν οὖν πῦρ ἐκώλυσαν οἱ Μακεδόνες ἐπινεμηθῆναι, §17.26.6κατὰ δὲ τὴν μάχην ἐπλεονέκτουν οἱ περὶ τὸν Ἐφιάλτην· οὗτος γὰρ πολὺ προέχων τῶν ἄλλων τῇ τοῦ σώματος ῥώμῃ πολλοὺς ἀνῄρει τῶν εἰς χεῖρας ἐρχομένων.
马其顿人阻止了火势蔓延,但在战斗中,埃菲阿尔特斯及其部下占了上风;因为他本人的体魄强健,远胜他人,杀死了许多前来肉搏的敌人。
οἵ τʼ ἐφεστῶτες ἐπὶ τῷ προσφάτως ἀντικατασκευασθέντι τείχει πολλοὺς ἀνῄρουν πυκνοῖς τοῖς βέλεσι χρώμενοι· ἑκατὸν γὰρ πηχῶν τὸ ὕψος πύργος ξύλινος κατεσκεύαστο, πλήρης καταπελτῶν ὀξυβελῶν.
而部署在最近新建的对峙城墙上的士兵,也利用密集的投射物杀死了许多人;因为那里建造了一座高达一百皮库斯的木塔,上面装满了发射锐利箭矢的弩炮。
§17.26.7πολλῶν δὲ Μακεδόνων πιπτόντων καὶ τῶν ἄλλων ἀναχωρούντων διὰ τὸ πλῆθος τῶν βελῶν, τοῦ τε Μέμνονος πολλαπλασίοις στρατιώταις ἐπιβοηθοῦντος καὶ αὐτὸς ὁ βασιλεὺς εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτεν.
由于许多马其顿人纷纷倒下,其余人也因密集的投射物而退却,加上门农率领数倍于前的士兵赶来增援,连国王本人也陷入了极大的困境之中。