Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.27.1-17.27.7

老兵奋战攻陷并摧毁哈利卡纳苏斯

第 632 段,共 723 段 · 希腊语

内容简介

马其顿的退役老兵们振作起来击杀了埃菲阿尔特斯并扭转战局,导致哈利卡纳苏斯被攻陷。门农等人决定弃城撤退,亚历山大随后铲平该城,并派兵分头进军内陆与沿海地区。

§17.27.1ἔνθα δὴ τῶν ἐκ τῆς πόλεως κατισχυόντων παραδόξως ὁ κίνδυνος παλίντροπον τὴν μάχην ἔσχεν.
就在那时,当城里的人出人意料地占了上风时,危机使战局发生了逆转。
οἱ γὰρ πρεσβύτατοι τῶν Μακεδόνων, διὰ μὲν τὴν ἡλικίαν ἀπολελυμένοι τῶν κινδύνων, συνεστρατευμένοι δὲ Φιλίππῳ καὶ πολλὰς μάχας κατωρθωκότες, §17.27.2ὑπὸ τῶν καιρῶν εἰς ἀλκὴν προεκλήθησαν, φρονήματι δὲ καὶ ταῖς κατὰ πόλεμον ἐμπειρίαις πολὺ προέχοντες τοῖς μὲν φυγομαχοῦσι νεωτέροις πικρῶς ὠνείδισαν τὴν ἀνανδρίαν, αὐτοὶ δὲ συναθροισθέντες καὶ συνασπίσαντες ὑπέστησαν τοὺς δοκοῦντας ἤδη νενικηκέναι.
因为马其顿人中最年长的一批人,虽然因年龄关系已被免除兵役,但他们曾跟随腓力出征,并在许多战役中取得过胜利;在危急关头,他们被激发了斗志,并在自豪感和实战经验上远胜他人,于是严厉地斥责了那些临阵脱逃的年轻人的懦弱,他们自己则集结起来,并肩锁盾,迎击了那些以为自己已经获胜的敌人。
§17.27.3τέλος δὲ τόν τε Ἐφιάλτην καὶ πολλοὺς ἄλλους ἀνελόντες τοὺς λοιποὺς ἠνάγκασαν εἰς τὴν πόλιν συμφυγεῖν.
最终,他们杀死了埃菲阿尔特斯和许多其他人,迫使其余的人一同逃回城内。
§17.27.4οἱ δὲ Μακεδόνες τῆς νυκτὸς ἐπιλαβούσης τοῖς φεύγουσι συνεισέπεσον ἐντὸς τῶν τειχῶν· τοῦ δὲ βασιλέως κελεύσαντος σημῆναι τὸ ἀνακλητικὸν ἀνεχώρησαν εἰς τὸ στρατόπεδον.
夜幕降临,马其顿人紧随逃跑的敌人冲入了城墙之内;但由于国王下令鸣金收兵,他们便撤回了营地。
§17.27.5οἱ δὲ περὶ τὸν Μέμνονα στρατηγοὶ καὶ σατράπαι συνελθόντες ἔγνωσαν τὴν μὲν πόλιν ἐκλιπεῖν, εἰς δὲ τὴν ἀκρόπολιν τοὺς ἀρίστους τῶν στρατιωτῶν καταστήσαντες μετὰ τῆς ἁρμοζούσης χορηγίας τὸν λοιπὸν ὄχλον καὶ τὰ χρήματα ἀπεκόμισαν εἰς τὴν Κῶν.
门农麾下的将领和总督们集会,决定放弃这座城市,在阿克罗波利斯部署了最精锐的士兵并配备了适当的给养后,将其余的人群和财物转移到了科斯岛。
§17.27.6ὁ δʼ Ἀλέξανδρος ἅμʼ ἡμέρᾳ γνοὺς τὸ γεγενημένον τὴν μὲν πόλιν κατέσκαψε, τῇ δʼ ἀκροπόλει περιέθηκε τεῖχος καὶ τάφρον ἀξιόλογον·
亚历山大在黎明时分得知了所发生的一切,便将城市彻底铲平,并在卫城周围修筑了城墙和一条宏伟的战壕。
αὐτὸς δὲ μέρος τῆς δυνάμεως μετὰ στρατηγῶν ἐξέπεμψεν εἰς τὴν μεσόγειον, προστάξας τὰ συνεχῆ τῶν ἐθνῶν χειροῦσθαι.
他本人则派遣了一部分军队随同将领们前往内陆,命令他们征服相邻的各族。
οὗτοι μὲν οὖν ἐνεργῶς πολεμήσαντες, πᾶσαν τὴν χώραν μέχρι τῆς μεγάλης Φρυγίας καταστρεψάμενοι, διέθρεψαν τοὺς στρατιώτας ἐκ τῆς πολεμίας·
这些人积极作战,征服了直到大弗里吉亚的整个地区,并利用敌国领土来供养士兵。
§17.27.7ὁ δʼ Ἀλέξανδρος τὴν παραθαλαττίαν πᾶσαν μέχρι Κιλικίας χειρωσάμενος πολλὰς πόλεις κατεκτήσατο καὶ φρούρια καρτερὰ φιλοτιμότερον πολιορκήσας τῇ βίᾳ κατεπόνησεν, ἐν οἷς ἑνὸς παραδόξως ἐκράτησε, περὶ οὗ διὰ τὴν ἰδιότητα τῆς περιπετείας οὐκ ἄξιον παραλιπεῖν.
与此同时,亚历山大征服了直到基利家的整个沿海地区,夺取了许多城市,并更加卖力地包围和武力攻克了坚固的堡垒,其中他出人意料地占领了一个堡垒,关于这件事,由于其情节奇特,是不应当略过不提的。

词汇与语法注释

  1. §17.27.1τῶν ἐκ τῆς πόλεως κατισχυόντων — 独立属格结构(genitive absolute),与前文的 ἔνθα δὴ 一同提供了时间与环境背景,意为“当来自城里的人(守备兵)占优势时”。
  2. §17.27.1παλίντροπον τὴν μάχην ἔσχεν — 形容词 παλίντροπον 用作动词 ἔσχεν 的谓语性修饰,表示“使战斗保持在逆转的状态”,即“使战局发生逆转”。主语是主格名词 ὁ κίνδυνος(危机、危急关头)。
  3. §17.27.7οὐκ ἄξιον παραλιπεῖν — 无人称句结构,在形容词 ἄξιον 之后省略了系动词 ἐστί,并接不定式 παραλιπεῖν(忽略、漏掉)。在关系代词 οὗ 引导的从句中,它构成了谓语部分,意为“关于这件事,是不应当略过不提的”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.27.1-17.27.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.27.1-17.27.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。