§17.26.1μετὰ δὲ ταῦτα Ἐφιάλτης βουλευομένων τῶν ἡγεμόνων συνεβούλευε μὴ περιμένειν ἕως ἂν ἁλούσης τῆς πόλεως αἰχμάλωτοι καταστῶσιν, ἀλλʼ αὐτοὺς τοὺς ἡγεμόνας προκινδυνεύοντας τῶν μισθοφόρων ἐπιθέσθαι τοῖς πολεμίοις.
その後、将軍たちが協議している中で、エフィアルテスは、都市が陥落して自分たちが捕虜になるのを待つべきではなく、将軍たち自らが傭兵たちの先頭に立って危険に身をさらし、敵に攻撃を仕掛けるべきだと進言した。
§17.26.2ὁ δὲ Μέμνων ὁρῶν τὸν Ἐφιάλτην πρὸς ἀρετὴν ὁρμώμενον καὶ μεγάλας ἔχων ἐλπίδας ἐν αὐτῷ διὰ τὴν ἀνδρείαν καὶ τὴν τοῦ σώματος ῥώμην συνεχώρησεν αὐτῷ πράττειν ὃ βούλοιτο.
メムノンは、エフィアルテスが手柄を立てようと奮い立っているのを目にし、また彼の勇敢さと身体の強靭さから彼に大きな期待を抱いていたので、彼が望む通りに実行することを許した。
§17.26.3ὁ δὲ δισχιλίους τῶν μισθοφόρων ἐπιλέκτους ἀναλαβὼν καὶ τοῖς ἡμίσεσι διαδοὺς δᾷδας ἡμμένας, τοὺς δʼ ἄλλους ἀντιτάξας τοῖς πολεμίοις ἄφνω τὰς πύλας πάσας ἀνεπέτασεν.
そこでエフィアルテスは、傭兵の中から選り抜きの二千人を引き連れ、その半数に火のついた松明を持たせ、残りの者を敵に対抗して整列させると、突如すべての門を押し開いた。
ἅμα δʼ ἡμέρᾳ μετὰ τούτων ἐκχυθεὶς τοῖς μὲν μηχανήμασιν ἐνῆκε πῦρ καὶ παραχρῆμα πολλὴν συνέβη γενέσθαι φλόγα,
そして夜明けとともに彼らと突撃し、攻城兵器に火を放った。 すると、ただちに巨大な炎が上がることとなった。
§17.26.4τῶν δʼ ἄλλων ἐν βαθείᾳ φάλαγγι πεπυκνωμένων αὐτὸς προηγεῖτο καὶ τοῖς ἐκβοηθοῦσι Μακεδόσιν ἐπέρραξεν.
残りの者が深い密集隊形を組んでいる中で、エフィアルテス自らが先頭に立ち、救助に駆けつけたマケドニア人たちに激突した。
ὁ δὲ βασιλεὺς κατανοήσας τὸ γινόμενον τοὺς μὲν προμάχους τῶν Μακεδόνων πρώτους ἔταξε, ἐφέδρους δʼ ἔστησε τοὺς ἐπιλέκτους· ἐπὶ δὲ τούτοις τρίτους ἐπέταξεν ἑτέρους τοὺς ταῖς ἀνδραγαθίαις ὑπεράγοντας.
王は事態を把握すると、マケドニア人の最前線の戦士たちを第一列に配置し、後備として選り抜きの者たちを立たせ、彼らの背後の第三列に、勇猛さにおいて傑出した別の者たちを配備した。
αὐτὸς δὲ πρὸ πάντων τούτων ἡγούμενος ὑπέστη τοὺς πολεμίους, δόξαντας διὰ τὸ βάρος ἀκαταγωνίστους εἶναι.
そして王自身がこれらすべての先頭に立って、その重厚さのゆえに抗し難いと思われた敵を迎え撃った。
ἐξέπεμψε δὲ καὶ τοὺς κατασβέσοντας τὴν φλόγα καὶ βοηθήσοντας ταῖς μηχαναῖς.
また王は、炎を消し止め、攻城兵器を救助する者たちをも派遣した。
§17.26.5ἅμα δὲ παρʼ ἀμφοτέροις τῆς τε βοῆς ἐξαισίου γινομένης καὶ τῶν σαλπίγγων σημαινουσῶν τὸ πολεμικὸν μέγας ἀγὼν συνέστη διὰ τὰς ἀρετὰς τῶν ἀγωνιζομένων καὶ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας.
同時に、双方の間で凄まじい叫び声が上がり、トランペットが戦闘開始の合図を響かせる中で、戦う者たちの勇気と激しい競争心によって大いなる戦いが引き起こされた。
τὸ μὲν οὖν πῦρ ἐκώλυσαν οἱ Μακεδόνες ἐπινεμηθῆναι,
マケドニア人たちは、火が燃え広がるのを防いだ。
§17.26.6κατὰ δὲ τὴν μάχην ἐπλεονέκτουν οἱ περὶ τὸν Ἐφιάλτην·
この戦いにおいて、エフィアルテスの周りの者たちが優勢であった。
οὗτος γὰρ πολὺ προέχων τῶν ἄλλων τῇ τοῦ σώματος ῥώμῃ πολλοὺς ἀνῄρει τῶν εἰς χεῖρας ἐρχομένων.
というのも、彼自身が身体の強靭さにおいて他の者たちをはるかに凌駕しており、肉薄してくる者の多くを殺害していたからである。
οἵ τʼ ἐφεστῶτες ἐπὶ τῷ προσφάτως ἀντικατασκευασθέντι τείχει πολλοὺς ἀνῄρουν πυκνοῖς τοῖς βέλεσι χρώμενοι·
また、最近新たに対抗して築かれた城壁の上に配置された者たちも、ひっきりなしに投射物を用いて多くの敵を殺害した。
ἑκατὸν γὰρ πηχῶν τὸ ὕψος πύργος ξύλινος κατεσκεύαστο, πλήρης καταπελτῶν ὀξυβελῶν.
なぜなら、高さ百ペキュスの木製の塔が建設されており、鋭い矢を放つカタパルトで満ちていたからである。
§17.26.7πολλῶν δὲ Μακεδόνων πιπτόντων καὶ τῶν ἄλλων ἀναχωρούντων διὰ τὸ πλῆθος τῶν βελῶν, τοῦ τε Μέμνονος πολλαπλασίοις στρατιώταις ἐπιβοηθοῦντος καὶ αὐτὸς ὁ βασιλεὺς εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτεν.
多くのマケドニア人が斃れ、残りの者たちも無数の投射物のゆえに後退する中で、さらにメムノンが何倍もの兵力を率いて救援に駆けつけたため、王自身も窮地に陥っていた。