§17.26.1μετὰ δὲ ταῦτα Ἐφιάλτης βουλευομένων τῶν ἡγεμόνων συνεβούλευε μὴ περιμένειν ἕως ἂν ἁλούσης τῆς πόλεως αἰχμάλωτοι καταστῶσιν, ἀλλʼ αὐτοὺς τοὺς ἡγεμόνας προκινδυνεύοντας τῶν μισθοφόρων ἐπιθέσθαι τοῖς πολεμίοις. §17.26.2ὁ δὲ Μέμνων ὁρῶν τὸν Ἐφιάλτην πρὸς ἀρετὴν ὁρμώμενον καὶ μεγάλας ἔχων ἐλπίδας ἐν αὐτῷ διὰ τὴν ἀνδρείαν καὶ τὴν τοῦ σώματος ῥώμην συνεχώρησεν αὐτῷ πράττειν ὃ βούλοιτο. §17.26.3ὁ δὲ δισχιλίους τῶν μισθοφόρων ἐπιλέκτους ἀναλαβὼν καὶ τοῖς ἡμίσεσι διαδοὺς δᾷδας ἡμμένας, τοὺς δʼ ἄλλους ἀντιτάξας τοῖς πολεμίοις ἄφνω τὰς πύλας πάσας ἀνεπέτασεν.
this, while the commanders were deliberating, Ephialtes advised that they should not wait until they became captives when the city was taken, but that the commanders themselves, exposing themselves to danger in front of the mercenaries, should attack the enemy. Memnon, seeing Ephialtes eager for valor and having great hopes in him because of his courage and bodily strength, permitted him to do what he wished., taking two thousand selected men from among the mercenaries, distributed burning torches to half of them, and having drawn up the others against the enemy, suddenly threw open all the gates.
ἅμα δʼ ἡμέρᾳ μετὰ τούτων ἐκχυθεὶς τοῖς μὲν μηχανήμασιν ἐνῆκε πῦρ καὶ παραχρῆμα πολλὴν συνέβη γενέσθαι φλόγα, §17.26.4τῶν δʼ ἄλλων ἐν βαθείᾳ φάλαγγι πεπυκνωμένων αὐτὸς προηγεῖτο καὶ τοῖς ἐκβοηθοῦσι Μακεδόσιν ἐπέρραξεν.
And at daybreak, sallying out with them, he set fire to the siege engines, and immediately it happened that a great flame arose. the others were packed in a deep phalanx, he himself led the way and crashed into the Macedonians who came out to help.
ὁ δὲ βασιλεὺς κατανοήσας τὸ γινόμενον τοὺς μὲν προμάχους τῶν Μακεδόνων πρώτους ἔταξε, ἐφέδρους δʼ ἔστησε τοὺς ἐπιλέκτους· ἐπὶ δὲ τούτοις τρίτους ἐπέταξεν ἑτέρους τοὺς ταῖς ἀνδραγαθίαις ὑπεράγοντας.
The king, having perceived what was happening, stationed the front-line fighters of the Macedonians first, and set the selected men as reserves; behind these, in the third position, he stationed others who surpassed in brave deeds.
αὐτὸς δὲ πρὸ πάντων τούτων ἡγούμενος ὑπέστη τοὺς πολεμίους, δόξαντας διὰ τὸ βάρος ἀκαταγωνίστους εἶναι.
He himself, leading in front of all these, withstood the enemy, who seemed because of their mass to be invincible.
ἐξέπεμψε δὲ καὶ τοὺς κατασβέσοντας τὴν φλόγα καὶ βοηθήσοντας ταῖς μηχαναῖς. §17.26.5ἅμα δὲ παρʼ ἀμφοτέροις τῆς τε βοῆς ἐξαισίου γινομένης καὶ τῶν σαλπίγγων σημαινουσῶν τὸ πολεμικὸν μέγας ἀγὼν συνέστη διὰ τὰς ἀρετὰς τῶν ἀγωνιζομένων καὶ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας.
He also sent out men to extinguish the flame and to help the siege engines. the same time, as a tremendous shout arose on both sides and the trumpets sounded the battle signal, a great struggle took place because of the valor of the combatants and the excess of their rivalry.
τὸ μὲν οὖν πῦρ ἐκώλυσαν οἱ Μακεδόνες ἐπινεμηθῆναι, §17.26.6κατὰ δὲ τὴν μάχην ἐπλεονέκτουν οἱ περὶ τὸν Ἐφιάλτην· οὗτος γὰρ πολὺ προέχων τῶν ἄλλων τῇ τοῦ σώματος ῥώμῃ πολλοὺς ἀνῄρει τῶν εἰς χεῖρας ἐρχομένων.
Now, the Macedonians prevented the fire from spreading, in the battle Ephialtes and his men had the advantage; for he, far surpassing the others in bodily strength, slew many of those who came to close quarters.
οἵ τʼ ἐφεστῶτες ἐπὶ τῷ προσφάτως ἀντικατασκευασθέντι τείχει πολλοὺς ἀνῄρουν πυκνοῖς τοῖς βέλεσι χρώμενοι· ἑκατὸν γὰρ πηχῶν τὸ ὕψος πύργος ξύλινος κατεσκεύαστο, πλήρης καταπελτῶν ὀξυβελῶν. §17.26.7πολλῶν δὲ Μακεδόνων πιπτόντων καὶ τῶν ἄλλων ἀναχωρούντων διὰ τὸ πλῆθος τῶν βελῶν, τοῦ τε Μέμνονος πολλαπλασίοις στρατιώταις ἐπιβοηθοῦντος καὶ αὐτὸς ὁ βασιλεὺς εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτεν.
And those stationed on the wall recently built in turn also slew many, using dense missiles; for a wooden tower one hundred cubits in height had been constructed, full of sharp-pointed catapults. many Macedonians were falling and the others were retreating because of the multitude of missiles, and Memnon was coming to help with many times more soldiers, even the king himself fell into great difficulty.