§17.25.1ὁμοῦ δὲ αἵ τε σάλπιγγες ἐσήμαινον παρʼ ἀμφοτέροις τὸ πολεμικὸν καὶ βοὴ πανταχόθεν ἐγίνετο, συνεπισημαινομένων τῶν στρατιωτῶν ταῖς παρʼ ἑκατέρων ἀνδραγαθίαις.
同时,双方的军号吹响了战斗号角,各处喊声大作,士兵们也为彼此的英勇行为一并鼓噪欢呼。
§17.25.2οἱ μὲν γὰρ τὴν ἐν ταῖς μηχαναῖς αἰρομένην εἰς ὕψος φλόγα κατέπαυον, οἱ δʼ εἰς χεῖρας συμπλεκόμενοι πολὺν ἐποίουν φόνον, ἄλλοιδʼ ἐντὸς τῶν πιπτόντων τειχῶν ἀντῳκοδόμουν ἕτερα τείχη πολὺ τῶν προϋπαρχόντων βαρύτερα ταῖς κατασκευαῖς.
因为有些人正扑灭攻城器械上高高升起的烈火,另一些人则进行肉搏战,造成惨重的伤亡,还有一些人在倒塌的城墙内侧,正加紧修筑另一道比先前更为坚固的城墙。
§17.25.3τῶν δʼ ἡγεμόνων τῶν περὶ τὸν Μέμνονα προκινδυνευόντων καὶ μεγάλας δωρεὰς διδόντων τοῖς ἀνδραγαθοῦσιν ἀνυπέρβλητος φιλοτιμία παρʼ ἀμφοτέροις ἐγίνετο περὶ τῆς νίκης.
由于门农身边的将领们身先士卒、甘冒危险,并对英勇作战者给予重赏,双方为了争夺胜利而激发起无与伦比的求胜心。
§17.25.4διὸ καὶ παρῆν ὁρᾶν τοὺς μὲν τραύμασιν ἐναντίοις περιπίπτοντας καὶ κατὰ τὰς λιποψυχίας ἀποφερομένους ἐκ τῆς μάχης, τοὺς δὲ περιβαίνοντας τὰ πίπτοντα σώματα καὶ περὶ τῆς τούτων ἀναιρέσεως μεγάλους ἀγῶνας συνισταμένους, ἄλλους δὲ διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν ἐνδιδόντας ἤδη καὶ διὰ τῆς ὑπὸ τῶν ἡγεμόνων παρακλήσεως πάλιν θαρροῦντας καὶ νεαροὺς ταῖς ψυχαῖς γινομένους.
因此,人们可以看到,有的人因正面受创而倒下,因昏厥而被抬出战场;有的人跨立在倒下的尸体旁,为争夺这些尸体而展开激烈的争夺;还有的人因极度的恐怖而已流露退意,但通过将领们的激励又重新振作、精神百倍。
§17.25.5τέλος δὲ πρὸς αὐταῖς ταῖς πύλαις ἔπεσόν τινες τῶν Μακεδόνων καὶ σὺν αὐτοῖς Νεοπτόλεμος ἡγεμών, ἀνὴρ ἐπιφανής.
最后,就在城门跟前,几名马其顿人倒下了,与他们一同阵亡的还有著名将领尼奥普托勒莫斯。
μετὰ δὲ ταῦτα δύο μὲν πύργων εἰς ἔδαφος καθῃρημένων καὶ δυεῖν μεσοπυργίων ἐρριμμένων τῶν μὲν Περδίκκου στρατιωτῶν τινες μεθυσθέντες προπετῶς νυκτὸς προσέβαλλον τοῖς τῆς ἀκροπόλεως τείχεσιν·
在此之后,在两座城楼被夷为平地、两段城墙坍塌的情况下,佩尔迪卡斯手下的一些士兵因醉酒而在夜间轻率地攻击卫城的城墙。
οἱ δὲ περὶ τὸν Μέμνονα συννοήσαντες τὴν ἀπειρίαν τῶν προσβαλλόντων καὶ ἐπεξελθόντες καὶ τῷ πλήθει πολὺ προέχοντες ἐτρέψαντο τοὺς Μακεδόνας καὶ πολλοὺς ἀνῄρουν.
然而,门农身边的将士看出了攻击者的缺乏经验,便乘势出击,并凭借人数上的绝对优势击溃了马其顿人,杀死了许多人。
§17.25.6γνωσθέντος δὲ τοῦ συμβεβηκότος ἐξεβοήθουν πολλοὶ τῶν Μακεδόνων καὶ μεγάλης μάχης γενομένης καὶ τῶν περὶ τὸν Ἀλέξανδρον ἐπιφανέντων οἱ μὲν Πέρσαι βιασθέντες συνεκλείσθησαν εἰς τὴν πόλιν, ὁ δὲ βασιλεὺς τοὺς πεσόντας πρὸ τοῦ τείχους Μακεδόνας διακηρυκευσάμενος ᾔτησεν ὑποσπόνδους.
当这一事件传开后,许多马其顿人赶来救援,在展开一场激战且亚历山大及其随从出现后,波斯人被迫退走并被困在城内。 国王派遣使者,请求根据休战协定领回倒在城墙前的马其顿人遗体。
Ἐφιάλτης μὲν οὖν καὶ Θρασύβουλος οἱ Ἀθηναῖοι συμμαχοῦντες τοῖς Πέρσαις συνεβούλευον μὴ διδόναι τοὺς νεκροὺς πρὸς ταφήν, ὁ δὲ Μέμνων συνεχώρησε.
与波斯人结盟的雅典人埃菲阿尔特斯和色拉西布洛斯建议不要交出尸体进行安葬,但门农还是同意了。