§17.24.1ὁ δὲ βασιλεὺς Ἀλέξανδρος τὰ μὲν πολιορκητικὰ τῶν ὀργάνων καὶ σῖτον κατὰ θάλατταν ἐκόμισεν ἐπὶ τὴν Ἁλικαρνασσόν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως προῆγεν ἐπὶ Καρίας καὶ τὰς ἐν τῇ παρόδῳ πόλεις προσήγετο ταῖς φιλανθρωπίαις·
亚历山大国王通过海路将围城器械和粮食运往哈利卡尔纳索斯,他自己则率领全部军队向卡里亚前进,并在沿途通过宽大政策争取那些城市。
μάλιστα δʼ εὐεργέτει τὰς Ἑλληνίδας πόλεις, ποιῶν αὐτὰς αὐτονόμους καὶ ἀφορολογήτους, προσεπιλέγων ὅτι τῆς τῶν Ἑλλήνων ἐλευθερώσεως ἕνεκα τὸν πρὸς Πέρσας πόλεμον ἐπανῄρηται.
他特别惠及希腊人城市,使它们获得自治并免除税赋,并补充说明他是为了希腊人的解放才承担起对波斯人的战争。
§17.24.2ὄντι δʼ αὐτῷ κατὰ τὴν ὁδοιπορίαν ἀπήντησέν τι γύναιον, ὄνομα μὲν Ἄδα, γένει δὲ προσήκουσα τῇ Καρῶν ἀρχῇ.
当他在旅途中时,遇到了一位名叫阿达的妇女,她出身于卡里亚的统治家族。
ἐντυχούσης δʼ αὐτῆς περὶ τῆς προγονικῆς δυναστείας καὶ δεηθείσης βοηθῆσαι ταύτην μὲν ἐκέλευσε παραλαβεῖν τὴν τῆς Καρίας ἀρχήν, τοὺς δὲ Κᾶρας ἰδίους ἐποιήσατο ταῖς εὐνοίαις διὰ τὴν τῆς γυναικὸς ταύτης εὐεργεσίαν·
当她就祖传的统治权向他求助并请求援助时,亚历山大命令她接管卡里亚的统治权,并由于对这位妇女的恩惠,通过好意使卡里亚人归顺了自己。
§17.24.3εὐθὺς γὰρ αἱ πόλεις ἅπασαι πρεσβείας ἀποστέλλουσαι χρυσοῖς στεφάνοις ἐτίμησαν τὸν βασιλέα καὶ πάντα συμπράττειν ἐπηγγείλαντο.
因为所有城市随即派遣使者,用金冠向国王致敬,并许诺给予一切协助。
ὁ δὲ Ἀλέξανδρος πλησίον τῆς πόλεως στρατοπεδεύσας συνεστήσατο πολιορκίαν ἐνεργὸν καὶ καταπληκτικήν.
亚历山大在城市附近扎营,组织了一场积极且令人畏惧的围攻。
§17.24.4τὸ μὲν γὰρ πρῶτον τοῖς τείχεσι προσβολὰς συνεχεῖς ἐκ διαδοχῆς ἐποιεῖτο καὶ διημέρευεν ἐν τοῖς κινδύνοις· μετὰ δὲ ταῦτα παντοδαπὰς μηχανὰς ἐπιστήσας καὶ τὰς πρὸ τῆς πόλεως τάφρους χωστρίσι χελώναις ἀναπληρώσας διὰ τῶν κριῶν ἐσάλευε τοὺς πύργους καὶ τὰ μεταξὺ μεσοπύργια.
起初,他确实连续轮番对城墙发起进攻,整日冒着危险;但在此之后,他架设起各式各样的攻城器械,并用填土用的龟甲橹将城市前的壕沟填平,通过破城槌震摇了城楼及其间的城墙。
καταβαλὼν δὲ μέρος τι τοῦ τείχους τὸ λοιπὸν ἤδη διὰ τῆς ἐκ χειρὸς μάχης ἐβιάζετο διὰ τοῦ πτώματος εἰς τὴν πόλιν εἰσπεσεῖν.
在推倒了城墙的一部分后,他随即力图通过肉搏战,从坍塌口强行攻入城内。
§17.24.5Μέμνων δὲ τὸ μὲν πρῶτον τοὺς προσβάλλοντας τοῖς τείχεσι Μακεδόνας ῥᾳδίως ἠμύνετο, πολλῶν ὄντων ἐν τῇ πόλει στρατιωτῶν· κατὰ δὲ τὰς τῶν ὀργάνων προσβολὰς μετὰ πολλῶν στρατιωτῶν ἐκχεόμενος ἐκ τῆς πόλεως νυκτὸς πῦρ ἐνέβαλλε ταῖς μηχαναῖς.
门农起初很容易地击退了进攻城墙的马其顿人,因为城内有许多士兵;但在攻城器械发起进攻时,他在夜间带领许多士兵从城里冲杀出来,向这些器械投火。
§17.24.6μεγάλων δʼ ἀγώνων πρὸ τῆς πόλεως συνισταμένων οἱ μὲν Μακεδόνες ταῖς ἀρεταῖς πολὺ προεῖχον, οἱ δὲ Πέρσαι τῷ πλήθει καὶ ταῖς παρασκευαῖς ἐπλεονέκτουν· συνήργουν γὰρ αὐτοῖς οἱ ἀπὸ τῶν τειχῶν συναγωνιζόμενοι καὶ τοῖς ὀξυβελέσι καταπέλταις οὓς μὲν ἀπέκτεινον τῶν πολεμίων, οὓς δὲ κατετίτρωσκον.
在城前展开激烈战斗的过程中,马其顿人在勇武上大为占优,而波斯人则在人数和准备上占有优势;因为在城墙上共同作战的人协助了他们,并且利用发射锐箭的弩炮,杀死了敌军中的一些人,并伤及了另一些人。